Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἄλλοτε δʼ αὖτʼ Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν.
  2. τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ἰνώ,
  3. Λευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα,
  4. νῦν δʼ ἁλὸς ἐν πελάγεσσι θεῶν ἒξ ἔμμορε τιμῆς.
  5. ἥ ῥʼ Ὀδυσῆʼ ἐλέησεν ἀλώμενον, ἄλγεʼ ἔχοντα,
  6. αἰθυίῃ δʼ ἐικυῖα ποτῇ ἀνεδύσετο λίμνης,
  7. ἷζε δʼ ἐπὶ σχεδίης πολυδέσμου εἶπέ τε μῦθον·
  8. κάμμορε, τίπτε τοι ὧδε Ποσειδάων ἐνοσίχθων
  9. ὠδύσατʼ ἐκπάγλως, ὅτι τοι κακὰ πολλὰ φυτεύει;
  10. οὐ μὲν δή σε καταφθίσει μάλα περ μενεαίνων.
  11. ἀλλὰ μάλʼ ὧδʼ ἔρξαι, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·
  12. εἵματα ταῦτʼ ἀποδὺς σχεδίην ἀνέμοισι φέρεσθαι
  13. κάλλιπʼ, ἀτὰρ χείρεσσι νέων ἐπιμαίεο νόστου
  14. γαίης Φαιήκων, ὅθι τοι μοῖρʼ ἐστὶν ἀλύξαι.
  15. τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι
  16. ἄμβροτον· οὐδέ τί τοι παθέειν δέος οὐδʼ ἀπολέσθαι.
  17. αὐτὰρ ἐπὴν χείρεσσιν ἐφάψεαι ἠπείροιο,
  18. ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντον
  19. πολλὸν ἀπʼ ἠπείρου, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι.
  20. ὣς ἄρα φωνήσασα θεὰ κρήδεμνον ἔδωκεν,
  21. αὐτὴ δʼ ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντα
  22. αἰθυίῃ ἐικυῖα· μέλαν δέ ἑ κῦμα κάλυψεν.
  23. αὐτὰρ ὁ μερμήριξε πολύτλας δῖος Ὀδυσσεύς,
  24. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  25. ὤ μοι ἐγώ, μή τίς μοι ὑφαίνῃσιν δόλον αὖτε
  26. ἀθανάτων, ὅ τέ με σχεδίης ἀποβῆναι ἀνώγει.
  27. ἀλλὰ μάλʼ οὔ πω πείσομʼ, ἐπεὶ ἑκὰς ὀφθαλμοῖσιν
  28. γαῖαν ἐγὼν ἰδόμην, ὅθι μοι φάτο φύξιμον εἶναι.
  29. ἀλλὰ μάλʼ ὧδʼ ἔρξω, δοκέει δέ μοι εἶναι ἄριστον·
  30. ὄφρʼ ἂν μέν κεν δούρατʼ ἐν ἁρμονίῃσιν ἀρήρῃ,
  31. τόφρʼ αὐτοῦ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων·
  32. αὐτὰρ ἐπὴν δή μοι σχεδίην διὰ κῦμα τινάξῃ,
  33. νήξομʼ, ἐπεὶ οὐ μέν τι πάρα προνοῆσαι ἄμεινον.
  34. ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
  35. ὦρσε δʼ ἐπὶ μέγα κῦμα Ποσειδάων ἐνοσίχθων,
  36. δεινόν τʼ ἀργαλέον τε, κατηρεφές, ἤλασε δʼ αὐτόν.
  37. ὡς δʼ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξῃ
  38. καρφαλέων· τὰ μὲν ἄρ τε διεσκέδασʼ ἄλλυδις ἄλλῃ·
  39. ὣς τῆς δούρατα μακρὰ διεσκέδασʼ. αὐτὰρ Ὀδυσσεὺς
  40. ἀμφʼ ἑνὶ δούρατι βαῖνε, κέληθʼ ὡς ἵππον ἐλαύνων,
  41. εἵματα δʼ ἐξαπέδυνε, τά οἱ πόρε δῖα Καλυψώ.
  42. αὐτίκα δὲ κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσεν,
  43. αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε, χεῖρε πετάσσας,
  44. νηχέμεναι μεμαώς. ἴδε δὲ κρείων ἐνοσίχθων,
  45. κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·
  46. οὕτω νῦν κακὰ πολλὰ παθὼν ἀλόω κατὰ πόντον,
  47. εἰς ὅ κεν ἀνθρώποισι διοτρεφέεσσι μιγήῃς.
  48. ἀλλʼ οὐδʼ ὥς σε ἔολπα ὀνόσσεσθαι κακότητος.
  49. ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους,
  50. ἵκετο δʼ εἰς Αἰγάς, ὅθι οἱ κλυτὰ δώματʼ ἔασιν.
  51. αὐτὰρ Ἀθηναίη κούρη Διὸς ἄλλʼ ἐνόησεν.
  52. ἦ τοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους,