Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ἄλλοτε μέν τε Νότος Βορέῃ προβάλεσκε φέρεσθαι,
- ἄλλοτε δʼ αὖτʼ Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν.
- τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ἰνώ,
- Λευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα,
- νῦν δʼ ἁλὸς ἐν πελάγεσσι θεῶν ἒξ ἔμμορε τιμῆς.
- ἥ ῥʼ Ὀδυσῆʼ ἐλέησεν ἀλώμενον, ἄλγεʼ ἔχοντα,
- αἰθυίῃ δʼ ἐικυῖα ποτῇ ἀνεδύσετο λίμνης,
- ἷζε δʼ ἐπὶ σχεδίης πολυδέσμου εἶπέ τε μῦθον·
- κάμμορε, τίπτε τοι ὧδε Ποσειδάων ἐνοσίχθων
- ὠδύσατʼ ἐκπάγλως, ὅτι τοι κακὰ πολλὰ φυτεύει;
- οὐ μὲν δή σε καταφθίσει μάλα περ μενεαίνων.
- ἀλλὰ μάλʼ ὧδʼ ἔρξαι, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·
- εἵματα ταῦτʼ ἀποδὺς σχεδίην ἀνέμοισι φέρεσθαι
- κάλλιπʼ, ἀτὰρ χείρεσσι νέων ἐπιμαίεο νόστου
- γαίης Φαιήκων, ὅθι τοι μοῖρʼ ἐστὶν ἀλύξαι.
- τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι
- ἄμβροτον· οὐδέ τί τοι παθέειν δέος οὐδʼ ἀπολέσθαι.
- αὐτὰρ ἐπὴν χείρεσσιν ἐφάψεαι ἠπείροιο,
- ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντον
- πολλὸν ἀπʼ ἠπείρου, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι.
- ὣς ἄρα φωνήσασα θεὰ κρήδεμνον ἔδωκεν,
- αὐτὴ δʼ ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντα
- αἰθυίῃ ἐικυῖα· μέλαν δέ ἑ κῦμα κάλυψεν.
- αὐτὰρ ὁ μερμήριξε πολύτλας δῖος Ὀδυσσεύς,
- ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
- ὤ μοι ἐγώ, μή τίς μοι ὑφαίνῃσιν δόλον αὖτε
- ἀθανάτων, ὅ τέ με σχεδίης ἀποβῆναι ἀνώγει.
- ἀλλὰ μάλʼ οὔ πω πείσομʼ, ἐπεὶ ἑκὰς ὀφθαλμοῖσιν
- γαῖαν ἐγὼν ἰδόμην, ὅθι μοι φάτο φύξιμον εἶναι.
- ἀλλὰ μάλʼ ὧδʼ ἔρξω, δοκέει δέ μοι εἶναι ἄριστον·
- ὄφρʼ ἂν μέν κεν δούρατʼ ἐν ἁρμονίῃσιν ἀρήρῃ,
- τόφρʼ αὐτοῦ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων·
- αὐτὰρ ἐπὴν δή μοι σχεδίην διὰ κῦμα τινάξῃ,
- νήξομʼ, ἐπεὶ οὐ μέν τι πάρα προνοῆσαι ἄμεινον.
- ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
- ὦρσε δʼ ἐπὶ μέγα κῦμα Ποσειδάων ἐνοσίχθων,
- δεινόν τʼ ἀργαλέον τε, κατηρεφές, ἤλασε δʼ αὐτόν.
- ὡς δʼ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξῃ
- καρφαλέων· τὰ μὲν ἄρ τε διεσκέδασʼ ἄλλυδις ἄλλῃ·
- ὣς τῆς δούρατα μακρὰ διεσκέδασʼ. αὐτὰρ Ὀδυσσεὺς
- ἀμφʼ ἑνὶ δούρατι βαῖνε, κέληθʼ ὡς ἵππον ἐλαύνων,
- εἵματα δʼ ἐξαπέδυνε, τά οἱ πόρε δῖα Καλυψώ.
- αὐτίκα δὲ κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσεν,
- αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε, χεῖρε πετάσσας,
- νηχέμεναι μεμαώς. ἴδε δὲ κρείων ἐνοσίχθων,
- κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·
- οὕτω νῦν κακὰ πολλὰ παθὼν ἀλόω κατὰ πόντον,
- εἰς ὅ κεν ἀνθρώποισι διοτρεφέεσσι μιγήῃς.
- ἀλλʼ οὐδʼ ὥς σε ἔολπα ὀνόσσεσθαι κακότητος.
- ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους,
- ἵκετο δʼ εἰς Αἰγάς, ὅθι οἱ κλυτὰ δώματʼ ἔασιν.
- αὐτὰρ Ἀθηναίη κούρη Διὸς ἄλλʼ ἐνόησεν.
- ἦ τοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους,
- παύσασθαι δʼ ἐκέλευσε καὶ εὐνηθῆναι ἅπαντας·
- ὦρσε δʼ ἐπὶ κραιπνὸν Βορέην, πρὸ δὲ κύματʼ ἔαξεν,
- ἧος ὃ Φαιήκεσσι φιληρέτμοισι μιγείη
- διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.
- ἔνθα δύω νύκτας δύο τʼ ἤματα κύματι πηγῷ
- πλάζετο, πολλὰ δέ οἱ κραδίη προτιόσσετʼ ὄλεθρον.
- ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,
- καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη
- ἔπλετο νηνεμίη· ὁ δʼ ἄρα σχεδὸν εἴσιδε γαῖαν
- ὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς.
- ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος βίοτος παίδεσσι φανήῃ
- πατρός, ὃς ἐν νούσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων,
- δηρὸν τηκόμενος, στυγερὸς δέ οἱ ἔχραε δαίμων,
- ἀσπάσιον δʼ ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν,
- ὣς Ὀδυσεῖ ἀσπαστὸν ἐείσατο γαῖα καὶ ὕλη,
- νῆχε δʼ ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι.
- ἀλλʼ ὅτε τόσσον ἀπῆν ὅσσον τε γέγωνε βοήσας,
- καὶ δὴ δοῦπον ἄκουσε ποτὶ σπιλάδεσσι θαλάσσης·
- ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο
- δεινὸν ἐρευγόμενον, εἴλυτο δὲ πάνθʼ ἁλὸς ἄχνῃ·
- οὐ γὰρ ἔσαν λιμένες νηῶν ὄχοι, οὐδʼ ἐπιωγαί.
- ἀλλʼ ἀκταὶ προβλῆτες ἔσαν σπιλάδες τε πάγοι τε·
- καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
- ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
- ὤ μοι, ἐπεὶ δὴ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαι
- Ζεύς, καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρησα,
- ἔκβασις οὔ πῃ φαίνεθʼ ἁλὸς πολιοῖο θύραζε·
- ἔκτοσθεν μὲν γὰρ πάγοι ὀξέες, ἀμφὶ δὲ κῦμα
- βέβρυχεν ῥόθιον, λισσὴ δʼ ἀναδέδρομε πέτρη,
- ἀγχιβαθὴς δὲ θάλασσα, καὶ οὔ πως ἔστι πόδεσσι
- στήμεναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα·
- μή πώς μʼ ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ
- κῦμα μέγʼ ἁρπάξαν· μελέη δέ μοι ἔσσεται ὁρμή.
- εἰ δέ κʼ ἔτι προτέρω παρανήξομαι, ἤν που ἐφεύρω
- ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης,
- δείδω μή μʼ ἐξαῦτις ἀναρπάξασα θύελλα
- πόντον ἐπʼ ἰχθυόεντα φέρῃ βαρέα στενάχοντα,
- ἠέ τί μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων
- ἐξ ἁλός, οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη·
- οἶδα γάρ, ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος.
- ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
- τόφρα δέ μιν μέγα κῦμα φέρε τρηχεῖαν ἐπʼ ἀκτήν.
- ἔνθα κʼ ἀπὸ ῥινοὺς δρύφθη, σὺν δʼ ὀστέʼ ἀράχθη,
- εἰ μὴ ἐπὶ φρεσὶ θῆκε θεά, γλαυκῶπις Ἀθήνη·
- ἀμφοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης,
- τῆς ἔχετο στενάχων, ἧος μέγα κῦμα παρῆλθε.
- καὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὖτις
- πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ.
- ὡς δʼ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο
- πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται,
- ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν
- ῥινοὶ ἀπέδρυφθεν· τὸν δὲ μέγα κῦμα κάλυψεν.
- ἔνθα κε δὴ δύστηνος ὑπὲρ μόρον ὤλετʼ Ὀδυσσεύς,
- εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη.
- κύματος ἐξαναδύς, τά τʼ ἐρεύγεται ἤπειρόνδε,
- νῆχε παρέξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐφεύροι
- ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης.
- ἀλλʼ ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο
- ἷξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος,
- λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο,
- ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν·
- κλῦθι, ἄναξ, ὅτις ἐσσί· πολύλλιστον δέ σʼ ἱκάνω,
- φεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς.
- αἰδοῖος μέν τʼ ἐστὶ καὶ ἀθανάτοισι θεοῖσιν
- ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος, ὡς καὶ ἐγὼ νῦν
- σόν τε ῥόον σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας.
- ἀλλʼ ἐλέαιρε, ἄναξ· ἱκέτης δέ τοι εὔχομαι εἶναι.
- ὣς φάθʼ, ὁ δʼ αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ κῦμα,
- πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δʼ ἐσάωσεν
- ἐς ποταμοῦ προχοάς. ὁ δʼ ἄρʼ ἄμφω γούνατʼ ἔκαμψε
- χεῖράς τε στιβαράς. ἁλὶ γὰρ δέδμητο φίλον κῆρ.
- ᾤδεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴ
- ἂν στόμα τε ῥῖνάς θʼ· ὁ δʼ ἄρʼ ἄπνευστος καὶ ἄναυδος
- κεῖτʼ ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν.
- ἀλλʼ ὅτε δή ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,
- καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο.
- καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν,
- ἂψ δʼ ἔφερεν μέγα κῦμα κατὰ ῥόον, αἶψα δʼ ἄρʼ Ἰνὼ
- δέξατο χερσὶ φίλῃσιν· ὁ δʼ ἐκ ποταμοῖο λιασθεὶς
- σχοίνῳ ὑπεκλίνθη, κύσε δὲ ζείδωρον ἄρουραν.
- ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
- ὤ μοι ἐγώ, τί πάθω; τί νύ μοι μήκιστα γένηται;
- εἰ μέν κʼ ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω,
- μή μʼ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση
- ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν·
- αὔρη δʼ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό.
- εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην
- θάμνοις ἐν πυκινοῖσι καταδράθω, εἴ με μεθείη
- ῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ,
- δείδω, μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι.
- ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·
- βῆ ῥʼ ἴμεν εἰς ὕλην· τὴν δὲ σχεδὸν ὕδατος εὗρεν
- ἐν περιφαινομένῳ· δοιοὺς δʼ ἄρʼ ὑπήλυθε θάμνους,
- ἐξ ὁμόθεν πεφυῶτας· ὁ μὲν φυλίης, ὁ δʼ ἐλαίης.
- τοὺς μὲν ἄρʼ οὔτʼ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων,
- οὔτε ποτʼ ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,
- οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνοὶ
- ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς· οὓς ὑπʼ Ὀδυσσεὺς
- δύσετʼ. ἄφαρ δʼ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν
- εὐρεῖαν· φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή,
- ὅσσον τʼ ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι
- ὥρῃ χειμερίῃ, εἰ καὶ μάλα περ χαλεπαίνοι.
- τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς,
- ἐν δʼ ἄρα μέσσῃ λέκτο, χύσιν δʼ ἐπεχεύατο φύλλων.
- ὡς δʼ ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ
- ἀγροῦ ἐπʼ ἐσχατιῆς, ᾧ μὴ πάρα γείτονες ἄλλοι,
- σπέρμα πυρὸς σώζων, ἵνα μή ποθεν ἄλλοθεν αὔοι,
- ὣς Ὀδυσεὺς φύλλοισι καλύψατο· τῷ δʼ ἄρʼ Ἀθήνη
- ὕπνον ἐπʼ ὄμμασι χεῦʼ, ἵνα μιν παύσειε τάχιστα
- δυσπονέος καμάτοιο φίλα βλέφαρʼ ἀμφικαλύψας.
- ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς
- ὕπνῳ καὶ καμάτῳ ἀρημένος· αὐτὰρ Ἀθήνη
- βῆ ῥʼ ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε,
- οἳ πρὶν μέν ποτʼ ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ,
- ἀγχοῦ Κυκλώπων ἀνδρῶν ὑπερηνορεόντων,
- οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἦσαν.
- ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής,
- εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων,
- ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει, καὶ ἐδείματο οἴκους,
- καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατʼ ἀρούρας.
- ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,
- Ἀλκίνοος δὲ τότʼ ἦρχε, θεῶν ἄπο μήδεα εἰδώς.
- τοῦ μὲν ἔβη πρὸς δῶμα θεά, γλαυκῶπις Ἀθήνη,
- νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα.
- βῆ δʼ ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ᾧ ἔνι κούρη
- κοιμᾶτʼ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίη,
- Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,
- πὰρ δὲ δύʼ ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι,
- σταθμοῖιν ἑκάτερθε· θύραι δʼ ἐπέκειντο φαειναί.
- ἡ δʼ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης,
- στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν,
- εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος,
- ἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμῷ.
- τῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη·
- Ναυσικάα, τί νύ σʼ ὧδε μεθήμονα γείνατο μήτηρ;
- εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα,
- σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴν
- ἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σʼ ἄγωνται.
- ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει
- ἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ.
- ἀλλʼ ἴομεν πλυνέουσαι ἅμʼ ἠοῖ φαινομένηφι·
- καί τοι ἐγὼ συνέριθος ἅμʼ ἕψομαι, ὄφρα τάχιστα
- ἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι·
- ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον
- πάντων Φαιήκων, ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ.
- ἀλλʼ ἄγʼ ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸ
- ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι, ἥ κεν ἄγῃσι
- ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα.
- καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσσιν
- ἔρχεσθαι· πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος.
- ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη
- Οὔλυμπόνδʼ, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ
- ἔμμεναι. οὔτʼ ἀνέμοισι τινάσσεται οὔτε ποτʼ ὄμβρῳ
- δεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλʼ αἴθρη
- πέπταται ἀνέφελος, λευκὴ δʼ ἐπιδέδρομεν αἴγλη·
- τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα.
- ἔνθʼ ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέφραδε κούρῃ.
- αὐτίκα δʼ Ἠὼς ἦλθεν ἐύθρονος, ἥ μιν ἔγειρε
- Ναυσικάαν ἐύπεπλον· ἄφαρ δʼ ἀπεθαύμασʼ ὄνειρον,
- βῆ δʼ ἰέναι διὰ δώμαθʼ, ἵνʼ ἀγγείλειε τοκεῦσιν,
- πατρὶ φίλῳ καὶ μητρί· κιχήσατο δʼ ἔνδον ἐόντας·
- ἡ μὲν ἐπʼ ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶν
- ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα· τῷ δὲ θύραζε
- ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας
- ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί.
- ἡ δὲ μάλʼ ἄγχι στᾶσα φίλον πατέρα προσέειπε·
- πάππα φίλʼ, οὐκ ἂν δή μοι ἐφοπλίσσειας ἀπήνην
- ὑψηλὴν ἐύκυκλον, ἵνα κλυτὰ εἵματʼ ἄγωμαι
- ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται;
- καὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόντα
- βουλὰς βουλεύειν καθαρὰ χροΐ εἵματʼ ἔχοντα.
- πέντε δέ τοι φίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν,
- οἱ δύʼ ὀπυίοντες, τρεῖς δʼ ἠίθεοι θαλέθοντες·
- οἱ δʼ αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματʼ ἔχοντες
- ἐς χορὸν ἔρχεσθαι· τὰ δʼ ἐμῇ φρενὶ πάντα μέμηλεν.
- ὣς ἔφατʼ· αἴδετο γὰρ θαλερὸν γάμον ἐξονομῆναι
- πατρὶ φίλῳ. ὁ δὲ πάντα νόει καὶ ἀμείβετο μύθῳ·
- οὔτε τοι ἡμιόνων φθονέω, τέκος, οὔτε τευ ἄλλου.
- ἔρχευ· ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνην
- ὑψηλὴν ἐύκυκλον, ὑπερτερίῃ ἀραρυῖαν.
- ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δʼ ἐπίθοντο.
- οἱ μὲν ἄρʼ ἐκτὸς ἄμαξαν ἐύτροχον ἡμιονείην
- ὥπλεον, ἡμιόνους θʼ ὕπαγον ζεῦξάν θʼ ὑπʼ ἀπήνῃ·
- κούρη δʼ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν.
- καὶ τὴν μὲν κατέθηκεν ἐυξέστῳ ἐπʼ ἀπήνῃ,
- μήτηρ δʼ ἐν κίστῃ ἐτίθει μενοεικέʼ ἐδωδὴν
- παντοίην, ἐν δʼ ὄψα τίθει, ἐν δʼ οἶνον ἔχευεν
- ἀσκῷ ἐν αἰγείῳ· κούρη δʼ ἐπεβήσετʼ ἀπήνης.
- δῶκεν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,
- ἧος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν.
- ἡ δʼ ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα,
- μάστιξεν δʼ ἐλάαν· καναχὴ δʼ ἦν ἡμιόνοιιν.
- αἱ δʼ ἄμοτον τανύοντο, φέρον δʼ ἐσθῆτα καὶ αὐτήν,
- οὐκ οἴην, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.
- αἱ δʼ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέʼ ἵκοντο,
- ἔνθʼ ἦ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δʼ ὕδωρ
- καλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καθῆραι,
- ἔνθʼ αἵ γʼ ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης.
- καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα
- τρώγειν ἄγρωστιν μελιηδέα· ταὶ δʼ ἀπʼ ἀπήνης
- εἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ,
- στεῖβον δʼ ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι.
- αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα,
- ἑξείης πέτασαν παρὰ θῖνʼ ἁλός, ἧχι μάλιστα
- λάιγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα.
- αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπʼ ἐλαίῳ
- δεῖπνον ἔπειθʼ εἵλοντο παρʼ ὄχθῃσιν ποταμοῖο,
- εἵματα δʼ ἠελίοιο μένον τερσήμεναι αὐγῇ.
- αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή,
- σφαίρῃ ταὶ δʼ ἄρʼ ἔπαιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι·
- τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς.
- οἵη δʼ Ἄρτεμις εἶσι κατʼ οὔρεα ἰοχέαιρα,
- ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον,
- τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι·
- τῇ δέ θʼ ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,
- ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ·
- πασάων δʼ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα,
- ῥεῖά τʼ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι·
- ὣς ἥ γʼ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής.