Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἀλλʼ ὅ γʼ ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχων
  • ἤματί κʼ εἰκοστῷ Σχερίην ἐρίβωλον ἵκοιτο,
  • Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,
  • οἵ κέν μιν περὶ κῆρι θεὸν ὣς τιμήσουσιν,
  • πέμψουσιν δʼ ἐν νηὶ φίλην ἐς πατρίδα γαῖαν,
  • χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες,