Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ἀλλʼ οὐδʼ ὣς σχεδίης ἐπελήθετο, τειρόμενός περ,
- ἀλλὰ μεθορμηθεὶς ἐνὶ κύμασιν ἐλλάβετʼ αὐτῆς,
- ἐν μέσσῃ δὲ καθῖζε τέλος θανάτου ἀλεείνων.
- τὴν δʼ ἐφόρει μέγα κῦμα κατὰ ῥόον ἔνθα καὶ ἔνθα.
- ὡς δʼ ὅτʼ ὀπωρινὸς Βορέης φορέῃσιν ἀκάνθας
- ἂμ πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται,
- ὣς τὴν ἂμ πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα·
- ἄλλοτε μέν τε Νότος Βορέῃ προβάλεσκε φέρεσθαι,
- ἄλλοτε δʼ αὖτʼ Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν.
- τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ἰνώ,
- Λευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα,
- νῦν δʼ ἁλὸς ἐν πελάγεσσι θεῶν ἒξ ἔμμορε τιμῆς.
- ἥ ῥʼ Ὀδυσῆʼ ἐλέησεν ἀλώμενον, ἄλγεʼ ἔχοντα,
- αἰθυίῃ δʼ ἐικυῖα ποτῇ ἀνεδύσετο λίμνης,
- ἷζε δʼ ἐπὶ σχεδίης πολυδέσμου εἶπέ τε μῦθον·
- κάμμορε, τίπτε τοι ὧδε Ποσειδάων ἐνοσίχθων
- ὠδύσατʼ ἐκπάγλως, ὅτι τοι κακὰ πολλὰ φυτεύει;
- οὐ μὲν δή σε καταφθίσει μάλα περ μενεαίνων.
- ἀλλὰ μάλʼ ὧδʼ ἔρξαι, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·
- εἵματα ταῦτʼ ἀποδὺς σχεδίην ἀνέμοισι φέρεσθαι
- κάλλιπʼ, ἀτὰρ χείρεσσι νέων ἐπιμαίεο νόστου
- γαίης Φαιήκων, ὅθι τοι μοῖρʼ ἐστὶν ἀλύξαι.
- τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι
- ἄμβροτον· οὐδέ τί τοι παθέειν δέος οὐδʼ ἀπολέσθαι.
- αὐτὰρ ἐπὴν χείρεσσιν ἐφάψεαι ἠπείροιο,
- ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντον
- πολλὸν ἀπʼ ἠπείρου, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι.
- ὣς ἄρα φωνήσασα θεὰ κρήδεμνον ἔδωκεν,
- αὐτὴ δʼ ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντα
- αἰθυίῃ ἐικυῖα· μέλαν δέ ἑ κῦμα κάλυψεν.
- αὐτὰρ ὁ μερμήριξε πολύτλας δῖος Ὀδυσσεύς,
- ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·