Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αἶψα μάλʼ ἀνσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς·
  2. εἵματα γάρ ῥʼ ἐβάρυνε, τά οἱ πόρε δῖα Καλυψώ.
  3. ὀψὲ δὲ δή ῥʼ ἀνέδυ, στόματος δʼ ἐξέπτυσεν ἅλμην
  4. πικρήν, ἥ οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν.
  5. ἀλλʼ οὐδʼ ὣς σχεδίης ἐπελήθετο, τειρόμενός περ,
  6. ἀλλὰ μεθορμηθεὶς ἐνὶ κύμασιν ἐλλάβετʼ αὐτῆς,
  7. ἐν μέσσῃ δὲ καθῖζε τέλος θανάτου ἀλεείνων.
  8. τὴν δʼ ἐφόρει μέγα κῦμα κατὰ ῥόον ἔνθα καὶ ἔνθα.
  9. ὡς δʼ ὅτʼ ὀπωρινὸς Βορέης φορέῃσιν ἀκάνθας
  10. ἂμ πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται,
  11. ὣς τὴν ἂμ πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα·
  12. ἄλλοτε μέν τε Νότος Βορέῃ προβάλεσκε φέρεσθαι,
  13. ἄλλοτε δʼ αὖτʼ Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν.
  14. τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ἰνώ,