Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Τροίῃ ἐν εὐρείῃ χάριν Ἀτρεΐδῃσι φέροντες.
  2. ὡς δὴ ἐγώ γʼ ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν
  3. ἤματι τῷ ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦρα
  4. Τρῶες ἐπέρριψαν περὶ Πηλεΐωνι θανόντι.
  5. τῷ κʼ ἔλαχον κτερέων, καί μευ κλέος ἦγον Ἀχαιοί·
  6. νῦν δέ λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι.
  7. ὣς ἄρα μιν εἰπόντʼ ἔλασεν μέγα κῦμα κατʼ ἄκρης
  8. δεινὸν ἐπεσσύμενον, περὶ δὲ σχεδίην ἐλέλιξε.