ὤ μοι ἐγὼ δειλός, τί νύ μοι μήκιστα γένηται;δείδω μὴ δὴ πάντα θεὰ νημερτέα εἶπεν,ἥ μʼ ἔφατʼ ἐν πόντῳ, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,ἄλγεʼ ἀναπλήσειν· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.οἵοισιν νεφέεσσι περιστέφει οὐρανὸν εὐρὺνΖεύς, ἐτάραξε δὲ πόντον, ἐπισπέρχουσι δʼ ἄελλαιπαντοίων ἀνέμων. νῦν μοι σῶς αἰπὺς ὄλεθρος.τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότʼ ὄλοντοΤροίῃ ἐν εὐρείῃ χάριν Ἀτρεΐδῃσι φέροντες.ὡς δὴ ἐγώ γʼ ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖνἤματι τῷ ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦραΤρῶες ἐπέρριψαν περὶ Πηλεΐωνι θανόντι.τῷ κʼ ἔλαχον κτερέων, καί μευ κλέος ἦγον Ἀχαιοί·