Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  2. ὤ μοι ἐγὼ δειλός, τί νύ μοι μήκιστα γένηται;
  3. δείδω μὴ δὴ πάντα θεὰ νημερτέα εἶπεν,
  4. ἥ μʼ ἔφατʼ ἐν πόντῳ, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,
  5. ἄλγεʼ ἀναπλήσειν· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
  6. οἵοισιν νεφέεσσι περιστέφει οὐρανὸν εὐρὺν
  7. Ζεύς, ἐτάραξε δὲ πόντον, ἐπισπέρχουσι δʼ ἄελλαι
  8. παντοίων ἀνέμων. νῦν μοι σῶς αἰπὺς ὄλεθρος.
  9. τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότʼ ὄλοντο
  10. Τροίῃ ἐν εὐρείῃ χάριν Ἀτρεΐδῃσι φέροντες.
  11. ὡς δὴ ἐγώ γʼ ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν
  12. ἤματι τῷ ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦρα
  13. Τρῶες ἐπέρριψαν περὶ Πηλεΐωνι θανόντι.
  14. τῷ κʼ ἔλαχον κτερέων, καί μευ κλέος ἦγον Ἀχαιοί·
  15. νῦν δέ λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι.
  16. ὣς ἄρα μιν εἰπόντʼ ἔλασεν μέγα κῦμα κατʼ ἄκρης
  17. δεινὸν ἐπεσσύμενον, περὶ δὲ σχεδίην ἐλέλιξε.
  18. τῆλε δʼ ἀπὸ σχεδίης αὐτὸς πέσε, πηδάλιον δὲ
  19. ἐκ χειρῶν προέηκε· μέσον δέ οἱ ἱστὸν ἔαξεν
  20. δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα,
  21. τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ.
  22. τὸν δʼ ἄρʼ ὑπόβρυχα θῆκε πολὺν χρόνον, οὐδʼ ἐδυνάσθη
  23. αἶψα μάλʼ ἀνσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς·
  24. εἵματα γάρ ῥʼ ἐβάρυνε, τά οἱ πόρε δῖα Καλυψώ.
  25. ὀψὲ δὲ δή ῥʼ ἀνέδυ, στόματος δʼ ἐξέπτυσεν ἅλμην
  26. πικρήν, ἥ οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν.
  27. ἀλλʼ οὐδʼ ὣς σχεδίης ἐπελήθετο, τειρόμενός περ,
  28. ἀλλὰ μεθορμηθεὶς ἐνὶ κύμασιν ἐλλάβετʼ αὐτῆς,
  29. ἐν μέσσῃ δὲ καθῖζε τέλος θανάτου ἀλεείνων.
  30. τὴν δʼ ἐφόρει μέγα κῦμα κατὰ ῥόον ἔνθα καὶ ἔνθα.
  31. ὡς δʼ ὅτʼ ὀπωρινὸς Βορέης φορέῃσιν ἀκάνθας
  32. ἂμ πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται,
  33. ὣς τὴν ἂμ πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα·
  34. ἄλλοτε μέν τε Νότος Βορέῃ προβάλεσκε φέρεσθαι,
  35. ἄλλοτε δʼ αὖτʼ Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν.
  36. τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ἰνώ,
  37. Λευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα,
  38. νῦν δʼ ἁλὸς ἐν πελάγεσσι θεῶν ἒξ ἔμμορε τιμῆς.
  39. ἥ ῥʼ Ὀδυσῆʼ ἐλέησεν ἀλώμενον, ἄλγεʼ ἔχοντα,
  40. αἰθυίῃ δʼ ἐικυῖα ποτῇ ἀνεδύσετο λίμνης,
  41. ἷζε δʼ ἐπὶ σχεδίης πολυδέσμου εἶπέ τε μῦθον·
  42. κάμμορε, τίπτε τοι ὧδε Ποσειδάων ἐνοσίχθων
  43. ὠδύσατʼ ἐκπάγλως, ὅτι τοι κακὰ πολλὰ φυτεύει;
  44. οὐ μὲν δή σε καταφθίσει μάλα περ μενεαίνων.
  45. ἀλλὰ μάλʼ ὧδʼ ἔρξαι, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·
  46. εἵματα ταῦτʼ ἀποδὺς σχεδίην ἀνέμοισι φέρεσθαι
  47. κάλλιπʼ, ἀτὰρ χείρεσσι νέων ἐπιμαίεο νόστου
  48. γαίης Φαιήκων, ὅθι τοι μοῖρʼ ἐστὶν ἀλύξαι.
  49. τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι
  50. ἄμβροτον· οὐδέ τί τοι παθέειν δέος οὐδʼ ἀπολέσθαι.
  51. αὐτὰρ ἐπὴν χείρεσσιν ἐφάψεαι ἠπείροιο,
  52. ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντον
  53. πολλὸν ἀπʼ ἠπείρου, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι.
  54. ὣς ἄρα φωνήσασα θεὰ κρήδεμνον ἔδωκεν,
  55. αὐτὴ δʼ ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντα
  56. αἰθυίῃ ἐικυῖα· μέλαν δέ ἑ κῦμα κάλυψεν.
  57. αὐτὰρ ὁ μερμήριξε πολύτλας δῖος Ὀδυσσεύς,
  58. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  59. ὤ μοι ἐγώ, μή τίς μοι ὑφαίνῃσιν δόλον αὖτε
  60. ἀθανάτων, ὅ τέ με σχεδίης ἀποβῆναι ἀνώγει.
  61. ἀλλὰ μάλʼ οὔ πω πείσομʼ, ἐπεὶ ἑκὰς ὀφθαλμοῖσιν
  62. γαῖαν ἐγὼν ἰδόμην, ὅθι μοι φάτο φύξιμον εἶναι.
  63. ἀλλὰ μάλʼ ὧδʼ ἔρξω, δοκέει δέ μοι εἶναι ἄριστον·
  64. ὄφρʼ ἂν μέν κεν δούρατʼ ἐν ἁρμονίῃσιν ἀρήρῃ,
  65. τόφρʼ αὐτοῦ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων·
  66. αὐτὰρ ἐπὴν δή μοι σχεδίην διὰ κῦμα τινάξῃ,
  67. νήξομʼ, ἐπεὶ οὐ μέν τι πάρα προνοῆσαι ἄμεινον.
  68. ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
  69. ὦρσε δʼ ἐπὶ μέγα κῦμα Ποσειδάων ἐνοσίχθων,
  70. δεινόν τʼ ἀργαλέον τε, κατηρεφές, ἤλασε δʼ αὐτόν.
  71. ὡς δʼ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξῃ
  72. καρφαλέων· τὰ μὲν ἄρ τε διεσκέδασʼ ἄλλυδις ἄλλῃ·
  73. ὣς τῆς δούρατα μακρὰ διεσκέδασʼ. αὐτὰρ Ὀδυσσεὺς
  74. ἀμφʼ ἑνὶ δούρατι βαῖνε, κέληθʼ ὡς ἵππον ἐλαύνων,
  75. εἵματα δʼ ἐξαπέδυνε, τά οἱ πόρε δῖα Καλυψώ.
  76. αὐτίκα δὲ κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσεν,
  77. αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε, χεῖρε πετάσσας,
  78. νηχέμεναι μεμαώς. ἴδε δὲ κρείων ἐνοσίχθων,
  79. κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·
  80. οὕτω νῦν κακὰ πολλὰ παθὼν ἀλόω κατὰ πόντον,
  81. εἰς ὅ κεν ἀνθρώποισι διοτρεφέεσσι μιγήῃς.
  82. ἀλλʼ οὐδʼ ὥς σε ἔολπα ὀνόσσεσθαι κακότητος.
  83. ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους,
  84. ἵκετο δʼ εἰς Αἰγάς, ὅθι οἱ κλυτὰ δώματʼ ἔασιν.
  85. αὐτὰρ Ἀθηναίη κούρη Διὸς ἄλλʼ ἐνόησεν.
  86. ἦ τοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους,
  87. παύσασθαι δʼ ἐκέλευσε καὶ εὐνηθῆναι ἅπαντας·
  88. ὦρσε δʼ ἐπὶ κραιπνὸν Βορέην, πρὸ δὲ κύματʼ ἔαξεν,
  89. ἧος ὃ Φαιήκεσσι φιληρέτμοισι μιγείη
  90. διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.
  91. ἔνθα δύω νύκτας δύο τʼ ἤματα κύματι πηγῷ
  92. πλάζετο, πολλὰ δέ οἱ κραδίη προτιόσσετʼ ὄλεθρον.
  93. ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,
  94. καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη
  95. ἔπλετο νηνεμίη· ὁ δʼ ἄρα σχεδὸν εἴσιδε γαῖαν
  96. ὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς.
  97. ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος βίοτος παίδεσσι φανήῃ
  98. πατρός, ὃς ἐν νούσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων,
  99. δηρὸν τηκόμενος, στυγερὸς δέ οἱ ἔχραε δαίμων,
  100. ἀσπάσιον δʼ ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν,
  101. ὣς Ὀδυσεῖ ἀσπαστὸν ἐείσατο γαῖα καὶ ὕλη,
  102. νῆχε δʼ ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι.
  103. ἀλλʼ ὅτε τόσσον ἀπῆν ὅσσον τε γέγωνε βοήσας,
  104. καὶ δὴ δοῦπον ἄκουσε ποτὶ σπιλάδεσσι θαλάσσης·
  105. ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο
  106. δεινὸν ἐρευγόμενον, εἴλυτο δὲ πάνθʼ ἁλὸς ἄχνῃ·
  107. οὐ γὰρ ἔσαν λιμένες νηῶν ὄχοι, οὐδʼ ἐπιωγαί.
  108. ἀλλʼ ἀκταὶ προβλῆτες ἔσαν σπιλάδες τε πάγοι τε·
  109. καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
  110. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  111. ὤ μοι, ἐπεὶ δὴ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαι
  112. Ζεύς, καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρησα,
  113. ἔκβασις οὔ πῃ φαίνεθʼ ἁλὸς πολιοῖο θύραζε·
  114. ἔκτοσθεν μὲν γὰρ πάγοι ὀξέες, ἀμφὶ δὲ κῦμα
  115. βέβρυχεν ῥόθιον, λισσὴ δʼ ἀναδέδρομε πέτρη,
  116. ἀγχιβαθὴς δὲ θάλασσα, καὶ οὔ πως ἔστι πόδεσσι
  117. στήμεναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα·
  118. μή πώς μʼ ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ
  119. κῦμα μέγʼ ἁρπάξαν· μελέη δέ μοι ἔσσεται ὁρμή.
  120. εἰ δέ κʼ ἔτι προτέρω παρανήξομαι, ἤν που ἐφεύρω
  121. ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης,
  122. δείδω μή μʼ ἐξαῦτις ἀναρπάξασα θύελλα
  123. πόντον ἐπʼ ἰχθυόεντα φέρῃ βαρέα στενάχοντα,
  124. ἠέ τί μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων
  125. ἐξ ἁλός, οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη·
  126. οἶδα γάρ, ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος.
  127. ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
  128. τόφρα δέ μιν μέγα κῦμα φέρε τρηχεῖαν ἐπʼ ἀκτήν.
  129. ἔνθα κʼ ἀπὸ ῥινοὺς δρύφθη, σὺν δʼ ὀστέʼ ἀράχθη,
  130. εἰ μὴ ἐπὶ φρεσὶ θῆκε θεά, γλαυκῶπις Ἀθήνη·
  131. ἀμφοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης,
  132. τῆς ἔχετο στενάχων, ἧος μέγα κῦμα παρῆλθε.
  133. καὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὖτις
  134. πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ.
  135. ὡς δʼ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο
  136. πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται,
  137. ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν
  138. ῥινοὶ ἀπέδρυφθεν· τὸν δὲ μέγα κῦμα κάλυψεν.
  139. ἔνθα κε δὴ δύστηνος ὑπὲρ μόρον ὤλετʼ Ὀδυσσεύς,
  140. εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη.
  141. κύματος ἐξαναδύς, τά τʼ ἐρεύγεται ἤπειρόνδε,
  142. νῆχε παρέξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐφεύροι
  143. ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης.
  144. ἀλλʼ ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο
  145. ἷξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος,
  146. λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο,
  147. ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν·