Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
- ὤ μοι ἐγὼ δειλός, τί νύ μοι μήκιστα γένηται;
- δείδω μὴ δὴ πάντα θεὰ νημερτέα εἶπεν,
- ἥ μʼ ἔφατʼ ἐν πόντῳ, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,
- ἄλγεʼ ἀναπλήσειν· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
- οἵοισιν νεφέεσσι περιστέφει οὐρανὸν εὐρὺν
- Ζεύς, ἐτάραξε δὲ πόντον, ἐπισπέρχουσι δʼ ἄελλαι
- παντοίων ἀνέμων. νῦν μοι σῶς αἰπὺς ὄλεθρος.
- τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότʼ ὄλοντο
- Τροίῃ ἐν εὐρείῃ χάριν Ἀτρεΐδῃσι φέροντες.
- ὡς δὴ ἐγώ γʼ ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν
- ἤματι τῷ ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦρα
- Τρῶες ἐπέρριψαν περὶ Πηλεΐωνι θανόντι.
- τῷ κʼ ἔλαχον κτερέων, καί μευ κλέος ἦγον Ἀχαιοί·
- νῦν δέ λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι.
- ὣς ἄρα μιν εἰπόντʼ ἔλασεν μέγα κῦμα κατʼ ἄκρης
- δεινὸν ἐπεσσύμενον, περὶ δὲ σχεδίην ἐλέλιξε.
- τῆλε δʼ ἀπὸ σχεδίης αὐτὸς πέσε, πηδάλιον δὲ
- ἐκ χειρῶν προέηκε· μέσον δέ οἱ ἱστὸν ἔαξεν
- δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα,
- τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ.
- τὸν δʼ ἄρʼ ὑπόβρυχα θῆκε πολὺν χρόνον, οὐδʼ ἐδυνάσθη
- αἶψα μάλʼ ἀνσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς·
- εἵματα γάρ ῥʼ ἐβάρυνε, τά οἱ πόρε δῖα Καλυψώ.
- ὀψὲ δὲ δή ῥʼ ἀνέδυ, στόματος δʼ ἐξέπτυσεν ἅλμην
- πικρήν, ἥ οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν.
- ἀλλʼ οὐδʼ ὣς σχεδίης ἐπελήθετο, τειρόμενός περ,
- ἀλλὰ μεθορμηθεὶς ἐνὶ κύμασιν ἐλλάβετʼ αὐτῆς,
- ἐν μέσσῃ δὲ καθῖζε τέλος θανάτου ἀλεείνων.
- τὴν δʼ ἐφόρει μέγα κῦμα κατὰ ῥόον ἔνθα καὶ ἔνθα.
- ὡς δʼ ὅτʼ ὀπωρινὸς Βορέης φορέῃσιν ἀκάνθας
- ἂμ πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται,
- ὣς τὴν ἂμ πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα·
- ἄλλοτε μέν τε Νότος Βορέῃ προβάλεσκε φέρεσθαι,
- ἄλλοτε δʼ αὖτʼ Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν.
- τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ἰνώ,
- Λευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα,