Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. σὺν δʼ Εὖρός τε Νότος τʼ ἔπεσον Ζέφυρός τε δυσαὴς
  2. καὶ Βορέης αἰθρηγενέτης, μέγα κῦμα κυλίνδων.
  3. καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
  4. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  5. ὤ μοι ἐγὼ δειλός, τί νύ μοι μήκιστα γένηται;
  6. δείδω μὴ δὴ πάντα θεὰ νημερτέα εἶπεν,
  7. ἥ μʼ ἔφατʼ ἐν πόντῳ, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,
  8. ἄλγεʼ ἀναπλήσειν· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
  9. οἵοισιν νεφέεσσι περιστέφει οὐρανὸν εὐρὺν
  10. Ζεύς, ἐτάραξε δὲ πόντον, ἐπισπέρχουσι δʼ ἄελλαι