Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. χερσὶ τρίαιναν ἑλών· πάσας δʼ ὀρόθυνεν ἀέλλας
  2. παντοίων ἀνέμων, σὺν δὲ νεφέεσσι κάλυψε
  3. γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.
  4. σὺν δʼ Εὖρός τε Νότος τʼ ἔπεσον Ζέφυρός τε δυσαὴς
  5. καὶ Βορέης αἰθρηγενέτης, μέγα κῦμα κυλίνδων.
  6. καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
  7. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  8. ὤ μοι ἐγὼ δειλός, τί νύ μοι μήκιστα γένηται;
  9. δείδω μὴ δὴ πάντα θεὰ νημερτέα εἶπεν,
  10. ἥ μʼ ἔφατʼ ἐν πόντῳ, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,
  11. ἄλγεʼ ἀναπλήσειν· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
  12. οἵοισιν νεφέεσσι περιστέφει οὐρανὸν εὐρὺν
  13. Ζεύς, ἐτάραξε δὲ πόντον, ἐπισπέρχουσι δʼ ἄελλαι
  14. παντοίων ἀνέμων. νῦν μοι σῶς αἰπὺς ὄλεθρος.
  15. τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότʼ ὄλοντο
  16. Τροίῃ ἐν εὐρείῃ χάριν Ἀτρεΐδῃσι φέροντες.