Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐκφυγέειν μέγα πεῖραρ ὀιζύος, ἥ μιν ἱκάνει.
  2. ἀλλʼ ἔτι μέν μίν φημι ἅδην ἐλάαν κακότητος.
  3. ὣς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντον
  4. χερσὶ τρίαιναν ἑλών· πάσας δʼ ὀρόθυνεν ἀέλλας
  5. παντοίων ἀνέμων, σὺν δὲ νεφέεσσι κάλυψε
  6. γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.
  7. σὺν δʼ Εὖρός τε Νότος τʼ ἔπεσον Ζέφυρός τε δυσαὴς
  8. καὶ Βορέης αἰθρηγενέτης, μέγα κῦμα κυλίνδων.