Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·
  2. ὢ πόποι, ἦ μάλα δὴ μετεβούλευσαν θεοὶ ἄλλως
  3. ἀμφʼ Ὀδυσῆι ἐμεῖο μετʼ Αἰθιόπεσσιν ἐόντος,
  4. καὶ δὴ Φαιήκων γαίης σχεδόν, ἔνθα οἱ αἶσα
  5. ἐκφυγέειν μέγα πεῖραρ ὀιζύος, ἥ μιν ἱκάνει.
  6. ἀλλʼ ἔτι μέν μίν φημι ἅδην ἐλάαν κακότητος.
  7. ὣς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντον
  8. χερσὶ τρίαιναν ἑλών· πάσας δʼ ὀρόθυνεν ἀέλλας
  9. παντοίων ἀνέμων, σὺν δὲ νεφέεσσι κάλυψε