Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. γαίης Φαιήκων, ὅθι τʼ ἄγχιστον πέλεν αὐτῷ·
  2. εἴσατο δʼ ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέι πόντῳ.
  3. τὸν δʼ ἐξ Αἰθιόπων ἀνιὼν κρείων ἐνοσίχθων
  4. τηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν· εἴσατο γάρ οἱ
  5. πόντον ἐπιπλώων. ὁ δʼ ἐχώσατο κηρόθι μᾶλλον,
  6. κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·
  7. ὢ πόποι, ἦ μάλα δὴ μετεβούλευσαν θεοὶ ἄλλως
  8. ἀμφʼ Ὀδυσῆι ἐμεῖο μετʼ Αἰθιόπεσσιν ἐόντος,
  9. καὶ δὴ Φαιήκων γαίης σχεδόν, ἔνθα οἱ αἶσα