Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ποντοπορευέμεναι ἐπʼ ἀριστερὰ χειρὸς ἔχοντα.
  2. ἑπτὰ δὲ καὶ δέκα μὲν πλέεν ἤματα ποντοπορεύων,
  3. ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα
  4. γαίης Φαιήκων, ὅθι τʼ ἄγχιστον πέλεν αὐτῷ·
  5. εἴσατο δʼ ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέι πόντῳ.
  6. τὸν δʼ ἐξ Αἰθιόπων ἀνιὼν κρείων ἐνοσίχθων
  7. τηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν· εἴσατο γάρ οἱ
  8. πόντον ἐπιπλώων. ὁ δʼ ἐχώσατο κηρόθι μᾶλλον,
  9. κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·
  10. ὢ πόποι, ἦ μάλα δὴ μετεβούλευσαν θεοὶ ἄλλως
  11. ἀμφʼ Ὀδυσῆι ἐμεῖο μετʼ Αἰθιόπεσσιν ἐόντος,
  12. καὶ δὴ Φαιήκων γαίης σχεδόν, ἔνθα οἱ αἶσα
  13. ἐκφυγέειν μέγα πεῖραρ ὀιζύος, ἥ μιν ἱκάνει.
  14. ἀλλʼ ἔτι μέν μίν φημι ἅδην ἐλάαν κακότητος.
  15. ὣς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντον
  16. χερσὶ τρίαιναν ἑλών· πάσας δʼ ὀρόθυνεν ἀέλλας