Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἥμενος, οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν
  2. Πληιάδας τʼ ἐσορῶντι καὶ ὀψὲ δύοντα Βοώτην
  3. Ἄρκτον θʼ, ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν,
  4. ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει,
  5. οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο·
  6. τὴν γὰρ δή μιν ἄνωγε Καλυψώ, δῖα θεάων,
  7. ποντοπορευέμεναι ἐπʼ ἀριστερὰ χειρὸς ἔχοντα.