Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
  2. γηθόσυνος δʼ οὔρῳ πέτασʼ ἱστία δῖος Ὀδυσσεύς.
  3. αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντως
  4. ἥμενος, οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν
  5. Πληιάδας τʼ ἐσορῶντι καὶ ὀψὲ δύοντα Βοώτην
  6. Ἄρκτον θʼ, ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν,
  7. ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει,
  8. οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο·
  9. τὴν γὰρ δή μιν ἄνωγε Καλυψώ, δῖα θεάων,
  10. ποντοπορευέμεναι ἐπʼ ἀριστερὰ χειρὸς ἔχοντα.
  11. ἑπτὰ δὲ καὶ δέκα μὲν πλέεν ἤματα ποντοπορεύων,
  12. ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα
  13. γαίης Φαιήκων, ὅθι τʼ ἄγχιστον πέλεν αὐτῷ·
  14. εἴσατο δʼ ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέι πόντῳ.