Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κωρύκῳ· ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά·
  2. οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
  3. γηθόσυνος δʼ οὔρῳ πέτασʼ ἱστία δῖος Ὀδυσσεύς.
  4. αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντως
  5. ἥμενος, οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν
  6. Πληιάδας τʼ ἐσορῶντι καὶ ὀψὲ δύοντα Βοώτην
  7. Ἄρκτον θʼ, ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν,
  8. ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει,