Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο
  2. τὸν ἕτερον, ἕτερον δʼ ὕδατος μέγαν, ἐν δὲ καὶ ᾖα
  3. κωρύκῳ· ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά·
  4. οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
  5. γηθόσυνος δʼ οὔρῳ πέτασʼ ἱστία δῖος Ὀδυσσεύς.
  6. αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντως
  7. ἥμενος, οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν