Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τῷ δʼ ἄρα πέμπτῳ πέμπʼ ἀπὸ νήσου δῖα Καλυψώ,
  2. εἵματά τʼ ἀμφιέσασα θυώδεα καὶ λούσασα.
  3. ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο
  4. τὸν ἕτερον, ἕτερον δʼ ὕδατος μέγαν, ἐν δὲ καὶ ᾖα
  5. κωρύκῳ· ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά·
  6. οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
  7. γηθόσυνος δʼ οὔρῳ πέτασʼ ἱστία δῖος Ὀδυσσεύς.
  8. αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντως
  9. ἥμενος, οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν