Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κύματος εἶλαρ ἔμεν· πολλὴν δʼ ἐπεχεύατο ὕλην.
  2. τόφρα δὲ φάρεʼ ἔνεικε Καλυψώ, δῖα θεάων,
  3. ἱστία ποιήσασθαι· ὁ δʼ εὖ τεχνήσατο καὶ τά.
  4. ἐν δʼ ὑπέρας τε κάλους τε πόδας τʼ ἐνέδησεν ἐν αὐτῇ,
  5. μοχλοῖσιν δʼ ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν.
  6. τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα·
  7. τῷ δʼ ἄρα πέμπτῳ πέμπʼ ἀπὸ νήσου δῖα Καλυψώ,
  8. εἵματά τʼ ἀμφιέσασα θυώδεα καὶ λούσασα.
  9. ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο
  10. τὸν ἕτερον, ἕτερον δʼ ὕδατος μέγαν, ἐν δὲ καὶ ᾖα
  11. κωρύκῳ· ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά·
  12. οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
  13. γηθόσυνος δʼ οὔρῳ πέτασʼ ἱστία δῖος Ὀδυσσεύς.
  14. αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντως
  15. ἥμενος, οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν
  16. Πληιάδας τʼ ἐσορῶντι καὶ ὀψὲ δύοντα Βοώτην
  17. Ἄρκτον θʼ, ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν,
  18. ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει,
  19. οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο·
  20. τὴν γὰρ δή μιν ἄνωγε Καλυψώ, δῖα θεάων,
  21. ποντοπορευέμεναι ἐπʼ ἀριστερὰ χειρὸς ἔχοντα.