Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πρὸς δʼ ἄρα πηδάλιον ποιήσατο, ὄφρʼ ἰθύνοι.
  2. φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσι
  3. κύματος εἶλαρ ἔμεν· πολλὴν δʼ ἐπεχεύατο ὕλην.
  4. τόφρα δὲ φάρεʼ ἔνεικε Καλυψώ, δῖα θεάων,
  5. ἱστία ποιήσασθαι· ὁ δʼ εὖ τεχνήσατο καὶ τά.
  6. ἐν δʼ ὑπέρας τε κάλους τε πόδας τʼ ἐνέδησεν ἐν αὐτῇ,
  7. μοχλοῖσιν δʼ ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν.
  8. τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα·
  9. τῷ δʼ ἄρα πέμπτῳ πέμπʼ ἀπὸ νήσου δῖα Καλυψώ,
  10. εἵματά τʼ ἀμφιέσασα θυώδεα καὶ λούσασα.
  11. ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο
  12. τὸν ἕτερον, ἕτερον δʼ ὕδατος μέγαν, ἐν δὲ καὶ ᾖα
  13. κωρύκῳ· ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά·
  14. οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
  15. γηθόσυνος δʼ οὔρῳ πέτασʼ ἱστία δῖος Ὀδυσσεύς.
  16. αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντως