Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι,
  2. ποίει· ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα.
  3. ἐν δʼ ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ·
  4. πρὸς δʼ ἄρα πηδάλιον ποιήσατο, ὄφρʼ ἰθύνοι.
  5. φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσι
  6. κύματος εἶλαρ ἔμεν· πολλὴν δʼ ἐπεχεύατο ὕλην.
  7. τόφρα δὲ φάρεʼ ἔνεικε Καλυψώ, δῖα θεάων,
  8. ἱστία ποιήσασθαι· ὁ δʼ εὖ τεχνήσατο καὶ τά.