Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τόσσον ἔπʼ εὐρεῖαν σχεδίην ποιήσατʼ Ὀδυσσεύς.
  2. ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι,
  3. ποίει· ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα.
  4. ἐν δʼ ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ·
  5. πρὸς δʼ ἄρα πηδάλιον ποιήσατο, ὄφρʼ ἰθύνοι.