Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τέτρηνεν δʼ ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισιν,
  2. γόμφοισιν δʼ ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρασσεν.
  3. ὅσσον τίς τʼ ἔδαφος νηὸς τορνώσεται ἀνὴρ
  4. φορτίδος εὐρείης, ἐὺ εἰδὼς τεκτοσυνάων,
  5. τόσσον ἔπʼ εὐρεῖαν σχεδίην ποιήσατʼ Ὀδυσσεύς.
  6. ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι,