Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ξέσσε δʼ ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.
  2. τόφρα δʼ ἔνεικε τέρετρα Καλυψώ, δῖα θεάων·
  3. τέτρηνεν δʼ ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισιν,
  4. γόμφοισιν δʼ ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρασσεν.
  5. ὅσσον τίς τʼ ἔδαφος νηὸς τορνώσεται ἀνὴρ
  6. φορτίδος εὐρείης, ἐὺ εἰδὼς τεκτοσυνάων,
  7. τόσσον ἔπʼ εὐρεῖαν σχεδίην ποιήσατʼ Ὀδυσσεύς.
  8. ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι,
  9. ποίει· ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα.