Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὰρ ἐπεὶ δὴ δεῖξʼ, ὅθι δένδρεα μακρὰ πεφύκει,
  2. ἡ μὲν ἔβη πρὸς δῶμα Καλυψώ, δῖα θεάων,
  3. αὐτὰρ ὁ τάμνετο δοῦρα· θοῶς δέ οἱ ἤνυτο ἔργον.
  4. εἴκοσι δʼ ἔκβαλε πάντα, πελέκκησεν δʼ ἄρα χαλκῷ,
  5. ξέσσε δʼ ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.