Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;
  2. Τηλέμαχον δὲ σὺ πέμψον ἐπισταμένως, δύνασαι γάρ,
  3. ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται,
  4. μνηστῆρες δʼ ἐν νηὶ· παλιμπετὲς ἀπονέωνται.
  5. ἦ ῥα καὶ Ἑρμείαν, υἱὸν φίλον, ἀντίον ηὔδα·
  6. Ἑρμεία, σὺ γὰρ αὖτε τά τʼ ἄλλα περ ἄγγελός ἐσσι,
  7. νύμφῃ ἐυπλοκάμῳ εἰπεῖν νημερτέα βουλήν,
  8. νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται
  9. οὔτε θεῶν πομπῇ οὔτε θνητῶν ἀνθρώπων·
  10. ἀλλʼ ὅ γʼ ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχων
  11. ἤματί κʼ εἰκοστῷ Σχερίην ἐρίβωλον ἵκοιτο,
  12. Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,
  13. οἵ κέν μιν περὶ κῆρι θεὸν ὣς τιμήσουσιν,
  14. πέμψουσιν δʼ ἐν νηὶ φίλην ἐς πατρίδα γαῖαν,
  15. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες,
  16. πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,
  17. εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληίδος αἶσαν.
  18. ὣς γάρ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  19. οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.
  20. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε διάκτορος ἀργεϊφόντης.
  21. αὐτίκʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
  22. ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν
  23. ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο.
  24. εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει,
  25. ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει.
  26. τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.
  27. Πιερίην δʼ ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ·
  28. σεύατʼ ἔπειτʼ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς,
  29. ὅς τε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο
  30. ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ·
  31. τῷ ἴκελος πολέεσσιν ὀχήσατο κύμασιν Ἑρμῆς.
  32. ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφίκετο τηλόθʼ ἐοῦσαν,
  33. ἔνθʼ ἐκ πόντου βὰς ἰοειδέος ἤπειρόνδε
  34. ἤιεν, ὄφρα μέγα σπέος ἵκετο, τῷ ἔνι νύμφη
  35. ναῖεν ἐυπλόκαμος· τὴν δʼ ἔνδοθι τέτμεν ἐοῦσαν.
  36. πῦρ μὲν ἐπʼ ἐσχαρόφιν μέγα καίετο, τηλόσε δʼ ὀδμὴ
  37. κέδρου τʼ εὐκεάτοιο θύου τʼ ἀνὰ νῆσον ὀδώδει
  38. δαιομένων· ἡ δʼ ἔνδον ἀοιδιάουσʼ ὀπὶ καλῇ
  39. ἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδʼ ὕφαινεν.
  40. ὕλη δὲ σπέος ἀμφὶ πεφύκει τηλεθόωσα,
  41. κλήθρη τʼ αἴγειρός τε καὶ εὐώδης κυπάρισσος.
  42. ἔνθα δέ τʼ ὄρνιθες τανυσίπτεροι εὐνάζοντο,
  43. σκῶπές τʼ ἴρηκές τε τανύγλωσσοί τε κορῶναι
  44. εἰνάλιαι, τῇσίν τε θαλάσσια ἔργα μέμηλεν.
  45. ἡ δʼ αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο
  46. ἡμερὶς ἡβώωσα, τεθήλει δὲ σταφυλῇσι.
  47. κρῆναι δʼ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ,
  48. πλησίαι ἀλλήλων τετραμμέναι ἄλλυδις ἄλλη.
  49. ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου