Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δῶκέν οἱ πέλεκυν μέγαν, ἄρμενον ἐν παλάμῃσι,
  2. χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον· αὐτὰρ ἐν αὐτῷ
  3. στειλειὸν περικαλλὲς ἐλάινον, εὖ ἐναρηρός·
  4. δῶκε δʼ ἔπειτα σκέπαρνον ἐύξοον· ἦρχε δʼ ὁδοῖο
  5. νήσου ἐπʼ ἐσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει,
  6. κλήθρη τʼ αἴγειρός τʼ, ἐλάτη τʼ ἦν οὐρανομήκης,
  7. αὖα πάλαι, περίκηλα, τά οἱ πλώοιεν ἐλαφρῶς.
  8. αὐτὰρ ἐπεὶ δὴ δεῖξʼ, ὅθι δένδρεα μακρὰ πεφύκει,
  9. ἡ μὲν ἔβη πρὸς δῶμα Καλυψώ, δῖα θεάων,
  10. αὐτὰρ ὁ τάμνετο δοῦρα· θοῶς δέ οἱ ἤνυτο ἔργον.
  11. εἴκοσι δʼ ἔκβαλε πάντα, πελέκκησεν δʼ ἄρα χαλκῷ,
  12. ξέσσε δʼ ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.
  13. τόφρα δʼ ἔνεικε τέρετρα Καλυψώ, δῖα θεάων·