Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
  2. οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
  3. ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;
  4. Τηλέμαχον δὲ σὺ πέμψον ἐπισταμένως, δύνασαι γάρ,
  5. ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται,
  6. μνηστῆρες δʼ ἐν νηὶ· παλιμπετὲς ἀπονέωνται.
  7. ἦ ῥα καὶ Ἑρμείαν, υἱὸν φίλον, ἀντίον ηὔδα·