Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πάντα μάλʼ, οὕνεκα σεῖο περίφρων Πηνελόπεια
  2. εἶδος ἀκιδνοτέρη μέγεθός τʼ εἰσάντα ἰδέσθαι·
  3. ἡ μὲν γὰρ βροτός ἐστι, σὺ δʼ ἀθάνατος καὶ ἀγήρως.
  4. ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα
  5. οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι.
  6. εἰ δʼ αὖ τις ῥαίῃσι θεῶν ἐνὶ οἴνοπι πόντῳ,
  7. τλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν·
  8. ἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα
  9. κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω.
  10. ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθεν·
  11. ἐλθόντες δʼ ἄρα τώ γε μυχῷ σπείους γλαφυροῖο
  12. τερπέσθην φιλότητι, παρʼ ἀλλήλοισι μένοντες.