Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • πότνα θεά, μή μοι τόδε χώεο· οἶδα καὶ αὐτὸς
  • πάντα μάλʼ, οὕνεκα σεῖο περίφρων Πηνελόπεια
  • εἶδος ἀκιδνοτέρη μέγεθός τʼ εἰσάντα ἰδέσθαι·
  • ἡ μὲν γὰρ βροτός ἐστι, σὺ δʼ ἀθάνατος καὶ ἀγήρως.
  • ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα
  • οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι.
  • εἰ δʼ αὖ τις ῥαίῃσι θεῶν ἐνὶ οἴνοπι πόντῳ,