Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀθάνατός τʼ εἴης, ἱμειρόμενός περ ἰδέσθαι
  2. σὴν ἄλοχον, τῆς τʼ αἰὲν ἐέλδεαι ἤματα πάντα.
  3. οὐ μέν θην κείνης γε χερείων εὔχομαι εἶναι,
  4. οὐ δέμας οὐδὲ φυήν, ἐπεὶ οὔ πως οὐδὲ ἔοικεν
  5. θνητὰς ἀθανάτῃσι δέμας καὶ εἶδος ἐρίζειν.
  6. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  7. πότνα θεά, μή μοι τόδε χώεο· οἶδα καὶ αὐτὸς
  8. πάντα μάλʼ, οὕνεκα σεῖο περίφρων Πηνελόπεια
  9. εἶδος ἀκιδνοτέρη μέγεθός τʼ εἰσάντα ἰδέσθαι·