Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοῖς ἄρα μύθων ἦρχε Καλυψώ, δῖα θεάων·
  2. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  3. οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν
  4. αὐτίκα νῦν ἐθέλεις ἰέναι; σὺ δὲ χαῖρε καὶ ἔμπης.
  5. εἴ γε μὲν εἰδείης σῇσι φρεσὶν ὅσσα τοι αἶσα
  6. κήδεʼ ἀναπλῆσαι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,
  7. ἐνθάδε κʼ αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις