Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔσθειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν·
  2. αὐτὴ δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο,
  3. τῇ δὲ παρʼ ἀμβροσίην δμῳαὶ καὶ νέκταρ ἔθηκαν.
  4. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  5. αὐτὰρ ἐπεὶ τάρπησαν ἐδητύος ἠδὲ ποτῆτος,
  6. τοῖς ἄρα μύθων ἦρχε Καλυψώ, δῖα θεάων·
  7. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  8. οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν
  9. αὐτίκα νῦν ἐθέλεις ἰέναι; σὺ δὲ χαῖρε καὶ ἔμπης.
  10. εἴ γε μὲν εἰδείης σῇσι φρεσὶν ὅσσα τοι αἶσα
  11. κήδεʼ ἀναπλῆσαι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,
  12. ἐνθάδε κʼ αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις
  13. ἀθάνατός τʼ εἴης, ἱμειρόμενός περ ἰδέσθαι
  14. σὴν ἄλοχον, τῆς τʼ αἰὲν ἐέλδεαι ἤματα πάντα.
  15. οὐ μέν θην κείνης γε χερείων εὔχομαι εἶναι,
  16. οὐ δέμας οὐδὲ φυήν, ἐπεὶ οὔ πως οὐδὲ ἔοικεν