Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δεινόν τʼ ἀργαλέον τε· τὸ δʼ οὐδʼ ἐπὶ νῆες ἐῖσαι
  2. ὠκύποροι περόωσιν, ἀγαλλόμεναι Διὸς οὔρῳ.
  3. οὐδʼ ἂν ἐγὼν ἀέκητι σέθεν σχεδίης ἐπιβαίην,
  4. εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι
  5. μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
  6. ὣς φάτο, μείδησεν δὲ Καλυψὼ δῖα θεάων,
  7. χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  8. ἦ δὴ ἀλιτρός γʼ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς,
  9. οἷον δὴ τὸν μῦθον ἐπεφράσθης ἀγορεῦσαι.
  10. ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε
  11. καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος
  12. ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,
  13. μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
  14. ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι, ἅσσʼ ἂν ἐμοί περ
  15. αὐτῇ μηδοίμην, ὅτε με χρειὼ τόσον ἵκοι·
  16. καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος, οὐδέ μοι αὐτῇ