Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἄλλο τι δὴ σύ, θεά, τόδε μήδεαι, οὐδέ τι πομπήν,
  • ἥ με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης,
  • δεινόν τʼ ἀργαλέον τε· τὸ δʼ οὐδʼ ἐπὶ νῆες ἐῖσαι
  • ὠκύποροι περόωσιν, ἀγαλλόμεναι Διὸς οὔρῳ.
  • οὐδʼ ἂν ἐγὼν ἀέκητι σέθεν σχεδίης ἐπιβαίην,
  • εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι
  • μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.