Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς φάτο, ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  2. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  3. ἄλλο τι δὴ σύ, θεά, τόδε μήδεαι, οὐδέ τι πομπήν,
  4. ἥ με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης,
  5. δεινόν τʼ ἀργαλέον τε· τὸ δʼ οὐδʼ ἐπὶ νῆες ἐῖσαι
  6. ὠκύποροι περόωσιν, ἀγαλλόμεναι Διὸς οὔρῳ.