Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·
  2. οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
  3. οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.
  4. νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀποκτεῖναι μεμάασιν
  5. οἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν
  6. ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.
  7. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  8. τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
  9. οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
  10. ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;
  11. Τηλέμαχον δὲ σὺ πέμψον ἐπισταμένως, δύνασαι γάρ,
  12. ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται,
  13. μνηστῆρες δʼ ἐν νηὶ· παλιμπετὲς ἀπονέωνται.
  14. ἦ ῥα καὶ Ἑρμείαν, υἱὸν φίλον, ἀντίον ηὔδα·
  15. Ἑρμεία, σὺ γὰρ αὖτε τά τʼ ἄλλα περ ἄγγελός ἐσσι,
  16. νύμφῃ ἐυπλοκάμῳ εἰπεῖν νημερτέα βουλήν,
  17. νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται
  18. οὔτε θεῶν πομπῇ οὔτε θνητῶν ἀνθρώπων·
  19. ἀλλʼ ὅ γʼ ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχων
  20. ἤματί κʼ εἰκοστῷ Σχερίην ἐρίβωλον ἵκοιτο,
  21. Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,
  22. οἵ κέν μιν περὶ κῆρι θεὸν ὣς τιμήσουσιν,
  23. πέμψουσιν δʼ ἐν νηὶ φίλην ἐς πατρίδα γαῖαν,
  24. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες,
  25. πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,
  26. εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληίδος αἶσαν.
  27. ὣς γάρ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  28. οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.
  29. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε διάκτορος ἀργεϊφόντης.
  30. αὐτίκʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
  31. ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν
  32. ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο.
  33. εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει,
  34. ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει.
  35. τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.
  36. Πιερίην δʼ ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ·
  37. σεύατʼ ἔπειτʼ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς,
  38. ὅς τε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο
  39. ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ·
  40. τῷ ἴκελος πολέεσσιν ὀχήσατο κύμασιν Ἑρμῆς.
  41. ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφίκετο τηλόθʼ ἐοῦσαν,
  42. ἔνθʼ ἐκ πόντου βὰς ἰοειδέος ἤπειρόνδε
  43. ἤιεν, ὄφρα μέγα σπέος ἵκετο, τῷ ἔνι νύμφη
  44. ναῖεν ἐυπλόκαμος· τὴν δʼ ἔνδοθι τέτμεν ἐοῦσαν.
  45. πῦρ μὲν ἐπʼ ἐσχαρόφιν μέγα καίετο, τηλόσε δʼ ὀδμὴ
  46. κέδρου τʼ εὐκεάτοιο θύου τʼ ἀνὰ νῆσον ὀδώδει
  47. δαιομένων· ἡ δʼ ἔνδον ἀοιδιάουσʼ ὀπὶ καλῇ
  48. ἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδʼ ὕφαινεν.
  49. ὕλη δὲ σπέος ἀμφὶ πεφύκει τηλεθόωσα,
  50. κλήθρη τʼ αἴγειρός τε καὶ εὐώδης κυπάρισσος.
  51. ἔνθα δέ τʼ ὄρνιθες τανυσίπτεροι εὐνάζοντο,
  52. σκῶπές τʼ ἴρηκές τε τανύγλωσσοί τε κορῶναι
  53. εἰνάλιαι, τῇσίν τε θαλάσσια ἔργα μέμηλεν.
  54. ἡ δʼ αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο
  55. ἡμερὶς ἡβώωσα, τεθήλει δὲ σταφυλῇσι.
  56. κρῆναι δʼ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ,
  57. πλησίαι ἀλλήλων τετραμμέναι ἄλλυδις ἄλλη.
  58. ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου
  59. θήλεον. ἔνθα κʼ ἔπειτα καὶ ἀθάνατός περ ἐπελθὼν
  60. θηήσαιτο ἰδὼν καὶ τερφθείη φρεσὶν ᾗσιν.
  61. ἔνθα στὰς θηεῖτο διάκτορος ἀργεϊφόντης.
  62. αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,
  63. αὐτίκʼ ἄρʼ εἰς εὐρὺ σπέος ἤλυθεν. οὐδέ μιν ἄντην
  64. ἠγνοίησεν ἰδοῦσα Καλυψώ, δῖα θεάων·
  65. οὐ γάρ τʼ ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται
  66. ἀθάνατοι, οὐδʼ εἴ τις ἀπόπροθι δώματα ναίει.
  67. οὐδʼ ἄρʼ Ὀδυσσῆα μεγαλήτορα ἔνδον ἔτετμεν,
  68. ἀλλʼ ὅ γʼ ἐπʼ ἀκτῆς κλαῖε καθήμενος, ἔνθα πάρος περ,
  69. δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων.
  70. πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
  71. Ἑρμείαν δʼ ἐρέεινε Καλυψώ, δῖα θεάων,
  72. ἐν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι·
  73. τίπτε μοι, Ἑρμεία χρυσόρραπι, εἰλήλουθας
  74. αἰδοῖός τε φίλος τε; πάρος γε μὲν οὔ τι θαμίζεις.
  75. αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,
  76. εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.
  77. ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.
  78. ὥς ἄρα φωνήσασα θεὰ παρέθηκε τράπεζαν
  79. ἀμβροσίης πλήσασα, κέρασσε δὲ νέκταρ ἐρυθρόν.
  80. αὐτὰρ ὁ πῖνε καὶ ἦσθε διάκτορος ἀργεϊφόντης.
  81. αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,
  82. καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
  83. εἰρωτᾷς μʼ ἐλθόντα θεὰ θεόν· αὐτὰρ ἐγώ τοι
  84. νημερτέως τὸν μῦθον ἐνισπήσω· κέλεαι γάρ.
  85. Ζεὺς ἐμέ γʼ ἠνώγει δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα·
  86. τίς δʼ ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ
  87. ἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις, οἵ τε θεοῖσιν
  88. ἱερά τε ῥέζουσι καὶ ἐξαίτους ἑκατόμβας.
  89. ἀλλὰ μάλʼ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο
  90. οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι.
  91. φησί τοι ἄνδρα παρεῖναι ὀιζυρώτατον ἄλλων,
  92. τῶν ἀνδρῶν, οἳ ἄστυ πέρι Πριάμοιο μάχοντο
  93. εἰνάετες, δεκάτῳ δὲ πόλιν πέρσαντες ἔβησαν
  94. οἴκαδʼ· ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο,
  95. ἥ σφιν ἐπῶρσʼ ἄνεμόν τε κακὸν καὶ κύματα μακρά.
  96. ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
  97. τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.
  98. τὸν νῦν σʼ ἠνώγειν ἀποπεμπέμεν ὅττι τάχιστα·
  99. οὐ γάρ οἱ τῇδʼ αἶσα φίλων ἀπονόσφιν ὀλέσθαι,
  100. ἀλλʼ ἔτι οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  101. οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.
  102. ὣς φάτο, ῥίγησεν δὲ Καλυψώ, δῖα θεάων,
  103. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  104. σχέτλιοί ἐστε, θεοί, ζηλήμονες ἔξοχον ἄλλων,
  105. οἵ τε θεαῖς ἀγάασθε παρʼ ἀνδράσιν εὐνάζεσθαι
  106. ἀμφαδίην, ἤν τίς τε φίλον ποιήσετʼ ἀκοίτην.
  107. ὣς μὲν ὅτʼ Ὠρίωνʼ ἕλετο ῥοδοδάκτυλος Ἠώς,
  108. τόφρα οἱ ἠγάασθε θεοὶ ῥεῖα ζώοντες,
  109. ἧος ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτεμις ἁγνὴ
  110. οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν.
  111. ὣς δʼ ὁπότʼ Ἰασίωνι ἐυπλόκαμος Δημήτηρ,
  112. ᾧ θυμῷ εἴξασα, μίγη φιλότητι καὶ εὐνῇ
  113. νειῷ ἔνι τριπόλῳ· οὐδὲ δὴν ἦεν ἄπυστος
  114. Ζεύς, ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ.
  115. ὥς δʼ αὖ νῦν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρεῖναι.
  116. τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα
  117. οἶον, ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ
  118. Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
  119. ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
  120. τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.
  121. τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον, ἠδὲ ἔφασκον
  122. θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα.
  123. ἀλλʼ ἐπεὶ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο
  124. οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι,
  125. ἐρρέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει,
  126. πόντον ἐπʼ ἀτρύγετον· πέμψω δέ μιν οὔ πῃ ἐγώ γε·
  127. οὐ γάρ μοι πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
  128. οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.
  129. αὐτάρ οἱ πρόφρων ὑποθήσομαι, οὐδʼ ἐπικεύσω,
  130. ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται.
  131. τὴν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·
  132. οὕτω νῦν ἀπόπεμπε, Διὸς δʼ ἐποπίζεο μῆνιν,
  133. μή πώς τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ.
  134. ὣς ἄρα φωνήσας ἀπέβη κρατὺς ἀργεϊφόντης·
  135. ἡ δʼ ἐπʼ Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφη
  136. ἤιʼ, ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων.
  137. τὸν δʼ ἄρʼ ἐπʼ ἀκτῆς εὗρε καθήμενον· οὐδέ ποτʼ ὄσσε
  138. δακρυόφιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αἰὼν
  139. νόστον ὀδυρομένῳ, ἐπεὶ οὐκέτι ἥνδανε νύμφη.
  140. ἀλλʼ ἦ τοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκῃ
  141. ἐν σπέσσι γλαφυροῖσι παρʼ οὐκ ἐθέλων ἐθελούσῃ·
  142. ἤματα δʼ ἂμ πέτρῃσι καὶ ἠιόνεσσι καθίζων
  143. δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων
  144. πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
  145. ἀγχοῦ δʼ ἱσταμένη προσεφώνεε δῖα θεάων·
  146. κάμμορε, μή μοι ἔτʼ ἐνθάδʼ ὀδύρεο, μηδέ τοι αἰὼν
  147. φθινέτω· ἤδη γάρ σε μάλα πρόφρασσʼ ἀποπέμψω.
  148. ἀλλʼ ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷ
  149. εὐρεῖαν σχεδίην· ἀτὰρ ἴκρια πῆξαι ἐπʼ αὐτῆς
  150. ὑψοῦ, ὥς σε φέρῃσιν ἐπʼ ἠεροειδέα πόντον.
  151. αὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἶνον ἐρυθρὸν
  152. ἐνθήσω μενοεικέʼ, ἅ κέν τοι λιμὸν ἐρύκοι,
  153. εἵματά τʼ ἀμφιέσω· πέμψω δέ τοι οὖρον ὄπισθεν,
  154. ὥς κε μάλʼ ἀσκηθὴς σὴν πατρίδα γαῖαν ἵκηαι,
  155. αἴ κε θεοί γʼ ἐθέλωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
  156. οἵ μευ φέρτεροί εἰσι νοῆσαί τε κρῆναί τε.
  157. ὣς φάτο, ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  158. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  159. ἄλλο τι δὴ σύ, θεά, τόδε μήδεαι, οὐδέ τι πομπήν,
  160. ἥ με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης,
  161. δεινόν τʼ ἀργαλέον τε· τὸ δʼ οὐδʼ ἐπὶ νῆες ἐῖσαι
  162. ὠκύποροι περόωσιν, ἀγαλλόμεναι Διὸς οὔρῳ.
  163. οὐδʼ ἂν ἐγὼν ἀέκητι σέθεν σχεδίης ἐπιβαίην,
  164. εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι
  165. μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
  166. ὣς φάτο, μείδησεν δὲ Καλυψὼ δῖα θεάων,
  167. χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  168. ἦ δὴ ἀλιτρός γʼ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς,
  169. οἷον δὴ τὸν μῦθον ἐπεφράσθης ἀγορεῦσαι.
  170. ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε
  171. καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος
  172. ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,