Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἡ δʼ ἐπʼ Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφη
  2. ἤιʼ, ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων.
  3. τὸν δʼ ἄρʼ ἐπʼ ἀκτῆς εὗρε καθήμενον· οὐδέ ποτʼ ὄσσε
  4. δακρυόφιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αἰὼν
  5. νόστον ὀδυρομένῳ, ἐπεὶ οὐκέτι ἥνδανε νύμφη.
  6. ἀλλʼ ἦ τοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκῃ
  7. ἐν σπέσσι γλαφυροῖσι παρʼ οὐκ ἐθέλων ἐθελούσῃ·
  8. ἤματα δʼ ἂμ πέτρῃσι καὶ ἠιόνεσσι καθίζων
  9. δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων
  10. πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
  11. ἀγχοῦ δʼ ἱσταμένη προσεφώνεε δῖα θεάων·
  12. κάμμορε, μή μοι ἔτʼ ἐνθάδʼ ὀδύρεο, μηδέ τοι αἰὼν
  13. φθινέτω· ἤδη γάρ σε μάλα πρόφρασσʼ ἀποπέμψω.
  14. ἀλλʼ ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷ
  15. εὐρεῖαν σχεδίην· ἀτὰρ ἴκρια πῆξαι ἐπʼ αὐτῆς
  16. ὑψοῦ, ὥς σε φέρῃσιν ἐπʼ ἠεροειδέα πόντον.