Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὕτω νῦν ἀπόπεμπε, Διὸς δʼ ἐποπίζεο μῆνιν,
  2. μή πώς τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ.
  3. ὣς ἄρα φωνήσας ἀπέβη κρατὺς ἀργεϊφόντης·
  4. ἡ δʼ ἐπʼ Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφη
  5. ἤιʼ, ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων.
  6. τὸν δʼ ἄρʼ ἐπʼ ἀκτῆς εὗρε καθήμενον· οὐδέ ποτʼ ὄσσε
  7. δακρυόφιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αἰὼν