Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὴν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·
  2. οὕτω νῦν ἀπόπεμπε, Διὸς δʼ ἐποπίζεο μῆνιν,
  3. μή πώς τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ.
  4. ὣς ἄρα φωνήσας ἀπέβη κρατὺς ἀργεϊφόντης·
  5. ἡ δʼ ἐπʼ Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφη
  6. ἤιʼ, ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων.