Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον, ἠδὲ ἔφασκον
- θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα.
- ἀλλʼ ἐπεὶ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο
- οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι,
- ἐρρέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει,
- πόντον ἐπʼ ἀτρύγετον· πέμψω δέ μιν οὔ πῃ ἐγώ γε·
- οὐ γάρ μοι πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
- οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.
- αὐτάρ οἱ πρόφρων ὑποθήσομαι, οὐδʼ ἐπικεύσω,
- ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται.
- τὴν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·
- οὕτω νῦν ἀπόπεμπε, Διὸς δʼ ἐποπίζεο μῆνιν,
- μή πώς τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ.
- ὣς ἄρα φωνήσας ἀπέβη κρατὺς ἀργεϊφόντης·
- ἡ δʼ ἐπʼ Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφη
- ἤιʼ, ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων.
- τὸν δʼ ἄρʼ ἐπʼ ἀκτῆς εὗρε καθήμενον· οὐδέ ποτʼ ὄσσε
- δακρυόφιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αἰὼν
- νόστον ὀδυρομένῳ, ἐπεὶ οὐκέτι ἥνδανε νύμφη.
- ἀλλʼ ἦ τοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκῃ
- ἐν σπέσσι γλαφυροῖσι παρʼ οὐκ ἐθέλων ἐθελούσῃ·
- ἤματα δʼ ἂμ πέτρῃσι καὶ ἠιόνεσσι καθίζων
- δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων
- πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
- ἀγχοῦ δʼ ἱσταμένη προσεφώνεε δῖα θεάων·
- κάμμορε, μή μοι ἔτʼ ἐνθάδʼ ὀδύρεο, μηδέ τοι αἰὼν
- φθινέτω· ἤδη γάρ σε μάλα πρόφρασσʼ ἀποπέμψω.
- ἀλλʼ ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷ
- εὐρεῖαν σχεδίην· ἀτὰρ ἴκρια πῆξαι ἐπʼ αὐτῆς
- ὑψοῦ, ὥς σε φέρῃσιν ἐπʼ ἠεροειδέα πόντον.
- αὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἶνον ἐρυθρὸν
- ἐνθήσω μενοεικέʼ, ἅ κέν τοι λιμὸν ἐρύκοι,
- εἵματά τʼ ἀμφιέσω· πέμψω δέ τοι οὖρον ὄπισθεν,
- ὥς κε μάλʼ ἀσκηθὴς σὴν πατρίδα γαῖαν ἵκηαι,
- αἴ κε θεοί γʼ ἐθέλωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
- οἵ μευ φέρτεροί εἰσι νοῆσαί τε κρῆναί τε.
- ὣς φάτο, ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- ἄλλο τι δὴ σύ, θεά, τόδε μήδεαι, οὐδέ τι πομπήν,
- ἥ με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης,
- δεινόν τʼ ἀργαλέον τε· τὸ δʼ οὐδʼ ἐπὶ νῆες ἐῖσαι
- ὠκύποροι περόωσιν, ἀγαλλόμεναι Διὸς οὔρῳ.
- οὐδʼ ἂν ἐγὼν ἀέκητι σέθεν σχεδίης ἐπιβαίην,
- εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι
- μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
- ὣς φάτο, μείδησεν δὲ Καλυψὼ δῖα θεάων,
- χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
- ἦ δὴ ἀλιτρός γʼ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς,
- οἷον δὴ τὸν μῦθον ἐπεφράσθης ἀγορεῦσαι.
- ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε
- καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος
- ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,
- μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
- ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι, ἅσσʼ ἂν ἐμοί περ
- αὐτῇ μηδοίμην, ὅτε με χρειὼ τόσον ἵκοι·
- καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος, οὐδέ μοι αὐτῇ
- θυμὸς ἐνὶ στήθεσσι σιδήρεος, ἀλλʼ ἐλεήμων.
- ὣς ἄρα φωνήσασʼ ἡγήσατο δῖα θεάων
- καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
- ἷξον δὲ σπεῖος γλαφυρὸν θεὸς ἠδὲ καὶ ἀνήρ,
- καί ῥʼ ὁ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη
- Ἑρμείας, νύμφη δʼ ἐτίθει πάρα πᾶσαν ἐδωδήν,
- ἔσθειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν·
- αὐτὴ δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο,
- τῇ δὲ παρʼ ἀμβροσίην δμῳαὶ καὶ νέκταρ ἔθηκαν.
- οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
- αὐτὰρ ἐπεὶ τάρπησαν ἐδητύος ἠδὲ ποτῆτος,
- τοῖς ἄρα μύθων ἦρχε Καλυψώ, δῖα θεάων·
- διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
- οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν
- αὐτίκα νῦν ἐθέλεις ἰέναι; σὺ δὲ χαῖρε καὶ ἔμπης.
- εἴ γε μὲν εἰδείης σῇσι φρεσὶν ὅσσα τοι αἶσα
- κήδεʼ ἀναπλῆσαι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,
- ἐνθάδε κʼ αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις
- ἀθάνατός τʼ εἴης, ἱμειρόμενός περ ἰδέσθαι
- σὴν ἄλοχον, τῆς τʼ αἰὲν ἐέλδεαι ἤματα πάντα.
- οὐ μέν θην κείνης γε χερείων εὔχομαι εἶναι,
- οὐ δέμας οὐδὲ φυήν, ἐπεὶ οὔ πως οὐδὲ ἔοικεν
- θνητὰς ἀθανάτῃσι δέμας καὶ εἶδος ἐρίζειν.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- πότνα θεά, μή μοι τόδε χώεο· οἶδα καὶ αὐτὸς
- πάντα μάλʼ, οὕνεκα σεῖο περίφρων Πηνελόπεια
- εἶδος ἀκιδνοτέρη μέγεθός τʼ εἰσάντα ἰδέσθαι·
- ἡ μὲν γὰρ βροτός ἐστι, σὺ δʼ ἀθάνατος καὶ ἀγήρως.
- ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα
- οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι.
- εἰ δʼ αὖ τις ῥαίῃσι θεῶν ἐνὶ οἴνοπι πόντῳ,
- τλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν·
- ἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα
- κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω.
- ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθεν·
- ἐλθόντες δʼ ἄρα τώ γε μυχῷ σπείους γλαφυροῖο
- τερπέσθην φιλότητι, παρʼ ἀλλήλοισι μένοντες.
- ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
- αὐτίχʼ ὁ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτʼ Ὀδυσσεύς,
- αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,
- λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ
- καλὴν χρυσείην, κεφαλῇ δʼ ἐφύπερθε καλύπτρην.
- καὶ τότʼ Ὀδυσσῆι μεγαλήτορι μήδετο πομπήν·
- δῶκέν οἱ πέλεκυν μέγαν, ἄρμενον ἐν παλάμῃσι,
- χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον· αὐτὰρ ἐν αὐτῷ
- στειλειὸν περικαλλὲς ἐλάινον, εὖ ἐναρηρός·
- δῶκε δʼ ἔπειτα σκέπαρνον ἐύξοον· ἦρχε δʼ ὁδοῖο
- νήσου ἐπʼ ἐσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει,
- κλήθρη τʼ αἴγειρός τʼ, ἐλάτη τʼ ἦν οὐρανομήκης,
- αὖα πάλαι, περίκηλα, τά οἱ πλώοιεν ἐλαφρῶς.
- αὐτὰρ ἐπεὶ δὴ δεῖξʼ, ὅθι δένδρεα μακρὰ πεφύκει,
- ἡ μὲν ἔβη πρὸς δῶμα Καλυψώ, δῖα θεάων,
- αὐτὰρ ὁ τάμνετο δοῦρα· θοῶς δέ οἱ ἤνυτο ἔργον.
- εἴκοσι δʼ ἔκβαλε πάντα, πελέκκησεν δʼ ἄρα χαλκῷ,
- ξέσσε δʼ ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.
- τόφρα δʼ ἔνεικε τέρετρα Καλυψώ, δῖα θεάων·
- τέτρηνεν δʼ ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισιν,
- γόμφοισιν δʼ ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρασσεν.
- ὅσσον τίς τʼ ἔδαφος νηὸς τορνώσεται ἀνὴρ
- φορτίδος εὐρείης, ἐὺ εἰδὼς τεκτοσυνάων,
- τόσσον ἔπʼ εὐρεῖαν σχεδίην ποιήσατʼ Ὀδυσσεύς.
- ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι,
- ποίει· ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα.
- ἐν δʼ ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ·
- πρὸς δʼ ἄρα πηδάλιον ποιήσατο, ὄφρʼ ἰθύνοι.
- φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσι
- κύματος εἶλαρ ἔμεν· πολλὴν δʼ ἐπεχεύατο ὕλην.
- τόφρα δὲ φάρεʼ ἔνεικε Καλυψώ, δῖα θεάων,