Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- τόφρα οἱ ἠγάασθε θεοὶ ῥεῖα ζώοντες,
- ἧος ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτεμις ἁγνὴ
- οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν.
- ὣς δʼ ὁπότʼ Ἰασίωνι ἐυπλόκαμος Δημήτηρ,
- ᾧ θυμῷ εἴξασα, μίγη φιλότητι καὶ εὐνῇ
- νειῷ ἔνι τριπόλῳ· οὐδὲ δὴν ἦεν ἄπυστος
- Ζεύς, ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ.
- ὥς δʼ αὖ νῦν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρεῖναι.
- τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα
- οἶον, ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ
- Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
- ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
- τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.
- τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον, ἠδὲ ἔφασκον
- θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα.
- ἀλλʼ ἐπεὶ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο
- οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι,
- ἐρρέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει,
- πόντον ἐπʼ ἀτρύγετον· πέμψω δέ μιν οὔ πῃ ἐγώ γε·
- οὐ γάρ μοι πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
- οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.
- αὐτάρ οἱ πρόφρων ὑποθήσομαι, οὐδʼ ἐπικεύσω,
- ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται.
- τὴν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·
- οὕτω νῦν ἀπόπεμπε, Διὸς δʼ ἐποπίζεο μῆνιν,
- μή πώς τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ.
- ὣς ἄρα φωνήσας ἀπέβη κρατὺς ἀργεϊφόντης·
- ἡ δʼ ἐπʼ Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφη
- ἤιʼ, ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων.
- τὸν δʼ ἄρʼ ἐπʼ ἀκτῆς εὗρε καθήμενον· οὐδέ ποτʼ ὄσσε
- δακρυόφιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αἰὼν
- νόστον ὀδυρομένῳ, ἐπεὶ οὐκέτι ἥνδανε νύμφη.
- ἀλλʼ ἦ τοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκῃ
- ἐν σπέσσι γλαφυροῖσι παρʼ οὐκ ἐθέλων ἐθελούσῃ·
- ἤματα δʼ ἂμ πέτρῃσι καὶ ἠιόνεσσι καθίζων
- δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων
- πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
- ἀγχοῦ δʼ ἱσταμένη προσεφώνεε δῖα θεάων·
- κάμμορε, μή μοι ἔτʼ ἐνθάδʼ ὀδύρεο, μηδέ τοι αἰὼν
- φθινέτω· ἤδη γάρ σε μάλα πρόφρασσʼ ἀποπέμψω.
- ἀλλʼ ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷ
- εὐρεῖαν σχεδίην· ἀτὰρ ἴκρια πῆξαι ἐπʼ αὐτῆς
- ὑψοῦ, ὥς σε φέρῃσιν ἐπʼ ἠεροειδέα πόντον.
- αὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἶνον ἐρυθρὸν
- ἐνθήσω μενοεικέʼ, ἅ κέν τοι λιμὸν ἐρύκοι,
- εἵματά τʼ ἀμφιέσω· πέμψω δέ τοι οὖρον ὄπισθεν,
- ὥς κε μάλʼ ἀσκηθὴς σὴν πατρίδα γαῖαν ἵκηαι,
- αἴ κε θεοί γʼ ἐθέλωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
- οἵ μευ φέρτεροί εἰσι νοῆσαί τε κρῆναί τε.