Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.
  2. ὣς φάτο, ῥίγησεν δὲ Καλυψώ, δῖα θεάων,
  3. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  4. σχέτλιοί ἐστε, θεοί, ζηλήμονες ἔξοχον ἄλλων,
  5. οἵ τε θεαῖς ἀγάασθε παρʼ ἀνδράσιν εὐνάζεσθαι
  6. ἀμφαδίην, ἤν τίς τε φίλον ποιήσετʼ ἀκοίτην.
  7. ὣς μὲν ὅτʼ Ὠρίωνʼ ἕλετο ῥοδοδάκτυλος Ἠώς,
  8. τόφρα οἱ ἠγάασθε θεοὶ ῥεῖα ζώοντες,
  9. ἧος ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτεμις ἁγνὴ
  10. οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν.
  11. ὣς δʼ ὁπότʼ Ἰασίωνι ἐυπλόκαμος Δημήτηρ,
  12. ᾧ θυμῷ εἴξασα, μίγη φιλότητι καὶ εὐνῇ
  13. νειῷ ἔνι τριπόλῳ· οὐδὲ δὴν ἦεν ἄπυστος
  14. Ζεύς, ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ.
  15. ὥς δʼ αὖ νῦν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρεῖναι.
  16. τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα
  17. οἶον, ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ
  18. Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
  19. ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
  20. τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.
  21. τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον, ἠδὲ ἔφασκον
  22. θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα.