Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὐ γάρ οἱ τῇδʼ αἶσα φίλων ἀπονόσφιν ὀλέσθαι,
  2. ἀλλʼ ἔτι οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  3. οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.
  4. ὣς φάτο, ῥίγησεν δὲ Καλυψώ, δῖα θεάων,
  5. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  6. σχέτλιοί ἐστε, θεοί, ζηλήμονες ἔξοχον ἄλλων,
  7. οἵ τε θεαῖς ἀγάασθε παρʼ ἀνδράσιν εὐνάζεσθαι