Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.
- τὸν νῦν σʼ ἠνώγειν ἀποπεμπέμεν ὅττι τάχιστα·
- οὐ γάρ οἱ τῇδʼ αἶσα φίλων ἀπονόσφιν ὀλέσθαι,
- ἀλλʼ ἔτι οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
- οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.
- ὣς φάτο, ῥίγησεν δὲ Καλυψώ, δῖα θεάων,
- καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
- σχέτλιοί ἐστε, θεοί, ζηλήμονες ἔξοχον ἄλλων,
- οἵ τε θεαῖς ἀγάασθε παρʼ ἀνδράσιν εὐνάζεσθαι
- ἀμφαδίην, ἤν τίς τε φίλον ποιήσετʼ ἀκοίτην.
- ὣς μὲν ὅτʼ Ὠρίωνʼ ἕλετο ῥοδοδάκτυλος Ἠώς,
- τόφρα οἱ ἠγάασθε θεοὶ ῥεῖα ζώοντες,
- ἧος ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτεμις ἁγνὴ
- οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν.
- ὣς δʼ ὁπότʼ Ἰασίωνι ἐυπλόκαμος Δημήτηρ,
- ᾧ θυμῷ εἴξασα, μίγη φιλότητι καὶ εὐνῇ
- νειῷ ἔνι τριπόλῳ· οὐδὲ δὴν ἦεν ἄπυστος
- Ζεύς, ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ.
- ὥς δʼ αὖ νῦν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρεῖναι.
- τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα
- οἶον, ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ
- Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
- ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
- τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.
- τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον, ἠδὲ ἔφασκον
- θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα.
- ἀλλʼ ἐπεὶ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο
- οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι,
- ἐρρέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει,
- πόντον ἐπʼ ἀτρύγετον· πέμψω δέ μιν οὔ πῃ ἐγώ γε·
- οὐ γάρ μοι πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
- οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.
- αὐτάρ οἱ πρόφρων ὑποθήσομαι, οὐδʼ ἐπικεύσω,
- ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται.
- τὴν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·
- οὕτω νῦν ἀπόπεμπε, Διὸς δʼ ἐποπίζεο μῆνιν,
- μή πώς τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ.
- ὣς ἄρα φωνήσας ἀπέβη κρατὺς ἀργεϊφόντης·
- ἡ δʼ ἐπʼ Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφη
- ἤιʼ, ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων.
- τὸν δʼ ἄρʼ ἐπʼ ἀκτῆς εὗρε καθήμενον· οὐδέ ποτʼ ὄσσε
- δακρυόφιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αἰὼν
- νόστον ὀδυρομένῳ, ἐπεὶ οὐκέτι ἥνδανε νύμφη.
- ἀλλʼ ἦ τοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκῃ
- ἐν σπέσσι γλαφυροῖσι παρʼ οὐκ ἐθέλων ἐθελούσῃ·
- ἤματα δʼ ἂμ πέτρῃσι καὶ ἠιόνεσσι καθίζων
- δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων
- πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
- ἀγχοῦ δʼ ἱσταμένη προσεφώνεε δῖα θεάων·