Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
  2. τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.
  3. τὸν νῦν σʼ ἠνώγειν ἀποπεμπέμεν ὅττι τάχιστα·
  4. οὐ γάρ οἱ τῇδʼ αἶσα φίλων ἀπονόσφιν ὀλέσθαι,
  5. ἀλλʼ ἔτι οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  6. οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.
  7. ὣς φάτο, ῥίγησεν δὲ Καλυψώ, δῖα θεάων,
  8. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  9. σχέτλιοί ἐστε, θεοί, ζηλήμονες ἔξοχον ἄλλων,