τίς δʼ ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις, οἵ τε θεοῖσινἱερά τε ῥέζουσι καὶ ἐξαίτους ἑκατόμβας.ἀλλὰ μάλʼ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιοοὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι.φησί τοι ἄνδρα παρεῖναι ὀιζυρώτατον ἄλλων,τῶν ἀνδρῶν, οἳ ἄστυ πέρι Πριάμοιο μάχοντοεἰνάετες, δεκάτῳ δὲ πόλιν πέρσαντες ἔβησανοἴκαδʼ· ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο,ἥ σφιν ἐπῶρσʼ ἄνεμόν τε κακὸν καὶ κύματα μακρά.ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.τὸν νῦν σʼ ἠνώγειν ἀποπεμπέμεν ὅττι τάχιστα·οὐ γάρ οἱ τῇδʼ αἶσα φίλων ἀπονόσφιν ὀλέσθαι,ἀλλʼ ἔτι οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαιοἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.