Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • τίς δʼ ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ
  • ἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις, οἵ τε θεοῖσιν
  • ἱερά τε ῥέζουσι καὶ ἐξαίτους ἑκατόμβας.
  • ἀλλὰ μάλʼ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο
  • οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι.
  • φησί τοι ἄνδρα παρεῖναι ὀιζυρώτατον ἄλλων,
  • τῶν ἀνδρῶν, οἳ ἄστυ πέρι Πριάμοιο μάχοντο
  • εἰνάετες, δεκάτῳ δὲ πόλιν πέρσαντες ἔβησαν
  • οἴκαδʼ· ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο,
  • ἥ σφιν ἐπῶρσʼ ἄνεμόν τε κακὸν καὶ κύματα μακρά.
  • ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
  • τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.
  • τὸν νῦν σʼ ἠνώγειν ἀποπεμπέμεν ὅττι τάχιστα·
  • οὐ γάρ οἱ τῇδʼ αἶσα φίλων ἀπονόσφιν ὀλέσθαι,